- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.98.1-9.98.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
希腊人得知蛮族撤往大陆后航至米卡列,莱奥提基德斯模仿特米斯托克勒的计策,通过传令官向波斯营中的爱奥尼亚人喊话以期分化敌军。
οἱ δὲ Ἕλληνες ὡς ἐπύθοντο οἰχωκότας τοὺς βαρβάρους ἐς τὴν ἤπειρον, ἤχθοντο ὡς ἐκπεφευγότων1 ἀπορίῃ τε εἴχοντο ὅ τι ποιέωσι,2 εἴτε ἀπαλλάσσωνται ὀπίσω εἴτε καταπλέωσι ἐπʼ Ἑλλησπόντου. τέλος δὲ ἔδοξε τούτων μὲν μηδέτερα ποιέειν, ἐπιπλέειν δὲ ἐπὶ τὴν ἤπειρον.
希腊人一听说蛮族已经撤往大陆,便因他们逃脱而感到懊恼,并且不知所措,不知道该退回去,还是该航向赫勒斯庞。但最终他们决定这两者都不做,而是向大陆航行。
παρασκευασάμενοι ὦν ἐς ναυμαχίην καὶ ἀποβάθρας καὶ ἄλλα ὅσων ἔδεε, ἔπλεον ἐπὶ τῆς Μυκάλης. ἐπεὶ δὲ ἀγχοῦ τε ἐγίνοντο τοῦ στρατοπέδου καὶ οὐδεὶς ἐφαίνετό σφι ἐπαναγόμενος,3 ἀλλʼ ὥρων νέας ἀνελκυσμένας ἔσω τοῦ τείχεος, πολλὸν δὲ πεζὸν παρακεκριμένον παρὰ τὸν αἰγιαλόν, ἐνθαῦτα πρῶτον μὲν ἐν τῇ νηὶ παραπλέων, ἐγχρίμψας τῷ αἰγιαλῷ τὰ μάλιστα, Λευτυχίδης ὑπὸ κήρυκος προηγόρευε τοῖσι Ἴωσι λέγων ἄνδρες Ἴωνες, οἳ ὑμέων τυγχάνουσι ἐπακούοντες, μάθετε τὰ λέγω· πάντως γὰρ οὐδὲν συνήσουσι Πέρσαι τῶν ἐγὼ ὑμῖν ἐντέλλομαι. ἐπεὰν συμμίσγωμεν, μεμνῆσθαι τινὰ χρὴ4 ἐλευθερίης μὲν πάντων πρῶτον, μετὰ δὲ τοῦ συνθήματος Ἥβης. καὶ τάδε ἴστω καὶ ὁ μὴ ἀκούσας ὑμέων πρὸς τοῦ ἀκούσαντος.
于是,他们准备好了海战装备、登船板以及其他一切所需之物,向米卡列航行。当他们接近敌营时,不见有人出海迎战,反而看到船只都被拖入围墙内,且有大批步兵在海岸边排开。此时,莱奥提基德斯首先乘船沿岸航行,并尽可能地贴近海岸,通过传令官向爱奥尼亚人高声呼喊道:“爱奥尼亚的男子汉们,你们中凡能听到我说话的人,请记住我的话;因为波斯人绝听不懂我给你们的嘱托。当我们交战时,每个人首先必须牢记自由,其次要牢记口令‘赫柏’。你们中未听到此话的人,也当从听到的人那里得知此事。”
ὡυτὸς δὲ οὗτος ἐὼν τυγχάνει νόος τοῦ πρήγματος καὶ ὁ Θεμιστοκλέος ὁ ἐπʼ Ἀρτεμισίῳ· ἢ γὰρ δὴ λαθόντα τὰ ῥήματα τοὺς βαρβάρους ἔμελλε τοὺς Ἴωνας πείσειν, ἢ ἔπειτα ἀνενειχθέντα ἐς τοὺς βαρβάρους ποιήσειν5 ἀπίστους τοῖσι Ἕλλησι.
这一意图与当初特米斯托克勒在阿耳特米西翁时的计策完全相同:因为这些话若瞒过了蛮族,就可能说服爱奥尼亚人;或者,如果随后被报告给蛮族,就会使他们对希腊人产生不信任。
- 9.98.1ὡς ἐκπεφευγότων
带有连词 ὡς 的属格独立结构,省略了代词主语(αὐτῶν)。ὡς 表示主观原因或认定(“由于他们已经逃脱”),解释了希腊人感到懊恼的原因。
- 9.98.1ὅ τι ποιέωσι
由疑问代词 ὅ τι 引导的间接疑问句中的疑惑虚拟语气(deliberative subjunctive)。尽管主句为过去时(εἴχοντο),通常可变为祈愿语气(ποιέοιεν),但此处保留了虚拟语气以增强生动感。
- 9.98.2οὐδεὶς ἐφαίνετό σφι ἐπαναγόμενος
动词 φαίνομαι 搭配分词(ἐπαναγόμενος)而非不定式,表示“显而易见正在做某事”或“被看见正在做某事”。全句意为“不见有人出海迎击他们”。
- 9.98.3μεμνῆσθαι τινὰ χρὴ
由无人称动词 χρὴ、宾格主语(τινά)和完成时中被动不定式 μεμνῆσθαι 构成。μεμνῆσθαι 表示状态的完成(“记住、牢记”),其支配的宾语为属格(ἐλευθερίης, συνθήματος)。
- 9.98.4ἢ γὰρ δὴ λαθόντα ... ἔμελλε ... πείσειν, ἢ ἔπειτα ἀνενειχθέντα ... ποιήσειν
助动词性质的动词 ἔμελλε 支配由 ἢ ... ἢ ... 连接的两个不定式 πείσειν 和 ποιήσειν。不定过去时分词 λαθόντα 和 ἀνενειχθέντα 起副词作用,相当于条件从句(“若未被发现”、“若被报告”)。在第二个分句中,ποιήσειν 的主语是“这些话”(τὰ ῥήματα),宾语是“蛮族”(τοὺς βαρβάρους),ἀπίστους 为宾语补足语,τοῖσι Ἕλλησι 为与格,意为“对希腊人(不信任)”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
