- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.7B.1-9.7B.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
雅典使节指责斯巴达人在城墙完工后便忽视盟约并放任蛮族入侵阿提卡,并要求斯巴达立即派兵,以便共同在特里亚平原迎击波斯军队。
ὑμεῖς δὲ ἐς πᾶσαν ἀρρωδίην τότε ἀπικόμενοι μὴ ὁμολογήσωμεν1 τῷ Πέρσῃ, ἐπείτε ἐξεμάθετε τὸ ἡμέτερον φρόνημα σαφέως, ὅτι οὐδαμὰ προδώσομεν τὴν Ἑλλάδα, καὶ διότι τεῖχος ὑμῖν διὰ τοῦ Ἰσθμοῦ ἐλαυνόμενον ἐν τέλεϊ ἐστί, καὶ δὴ λόγον οὐδένα τῶν Ἀθηναίων ποιέεσθε, συνθέμενοί τε ἡμῖν τὸν Πέρσην ἀντιώσεσθαι ἐς τὴν Βοιωτίην προδεδώκατε, περιείδετέ τε προεσβαλόντα2 ἐς τὴν Ἀττικὴν τὸν βάρβαρον.
然而,你们当时虽然极度担心我们会与波斯人达成和解,但是一旦你们清楚地了解了我们的决心,即我们绝不会背叛希腊,并且因为你们横跨地峡修筑的城墙已经完工,你们现在就完全不把雅典人放在眼里了。尽管你们曾与我们约定在波奥蒂亚迎击波斯人,你们却背弃了盟约,并眼睁睁地看着蛮族侵入阿提卡。
ἐς μέν νυν τὸ παρεὸν Ἀθηναῖοι ὑμῖν μηνίουσι· οὐ γὰρ ἐποιήσατε ἐπιτηδέως. νῦν δὲ ὅτι τάχος3 στρατιὴν ἅμα ἡμῖν ἐκέλευσαν ὑμέας ἐκπέμπειν, ὡς ἂν τὸν βάρβαρον δεκώμεθα ἐν τῇ Ἀττικῇ· ἐπειδὴ γὰρ ἡμάρτομεν τῆς Βοιωτίης, τῆς γε ἡμετέρης ἐπιτηδεότατον ἐστὶ μαχέσασθαι τὸ Θριάσιον πεδίον.
因此,对于目前的局势,雅典人对你们非常愤怒;因为你们没有做出得体的事。但现在他们要求你们尽可能迅速地同我们一起派出一支军队,以便我们在阿提卡迎击蛮族;因为既然我们已经错失了波奥蒂亚,在我们自己的领土上,特里亚平原便是最适合交战的地方。
- 9.7B.1μὴ ὁμολογήσωμεν
接在表示恐惧的表达(此处为名词短语 ἐς πᾶσαν ἀρρωδίην ἀπικόμενοι“陷入极度恐慌”)之后的 μή + 虚拟语气(不定过去时第一人称复数),表示担忧:“担心我们会达成和解”。
- 9.7B.1περιείδετέ τε προεσβαλόντα
动词 περιοράω(漠视、放任)带分词(προεσβαλόντα,以 τὸν βάρβαρον 为逻辑主语),表示“眼睁睁看着某人入侵”的惯用句式。
- 9.7B.2ὅτι τάχος
相当于 ὡς τάχιστα 的副词性惯用表达,意为“尽可能迅速地”。
