← 希罗多德

历史

§9.111.1-9.111.5

薛西斯的离异命令与马西斯特斯的拒绝

受阿梅斯特里丝的恳求和王室宴会法律的约束,薛西斯极不情愿地同意交出马西斯特斯的妻子,并命令马西斯特斯离婚改娶公主;然而马西斯特斯坚决拒绝,从而激怒了薛西斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.111.1

τέλος μέντοι ἐκείνης τε λιπαρεούσης καὶ ὑπὸ τοῦ νόμου ἐξεργόμενος,1 ὅτι ἀτυχῆσαι τὸν χρηίζοντα οὔ σφι δυνατόν ἐστι βασιληίου δείπνου προκειμένου, κάρτα δὴ ἀέκων κατανεύει, καὶ παραδοὺς ποιέει ὧδε· τὴν μὲν κελεύει ποιέειν τὰ βούλεται, ὁ δὲ μεταπεμψάμενος τὸν ἀδελφεὸν λέγει τάδε.

然而,最后由于她苦苦哀求,加之受到法律的约束——因为在举办王室宴会时,他们是不可能拒绝任何提出请求的人的——他极不情愿地表示同意,在把她交出后,他采取了如下行动:他命令她做自己想做的事,同时派人召来自己的兄弟,并对他说:

§9.111.2

Μασίστα, σὺ εἶς Δαρείου τε παῖς καὶ ἐμὸς ἀδελφεός, πρὸς δʼ ἔτι τούτοισι καὶ εἶς ἀνὴρ ἀγαθός· γυναικὶ δὴ ταύτῃ τῇ νῦν συνοικέεις μὴ συνοίκεε, ἀλλά τοι ἀντʼ αὐτῆς ἐγὼ δίδωμι θυγατέρα τὴν ἐμήν. ταύτῃ συνοίκεε· τὴν δὲ νῦν ἔχεις, οὐ γὰρ δοκέει ἐμοί, μὴ ἔχε γυναῖκα.

“马西斯特斯,你既是达利乌斯的儿子,也是我的兄弟,而且还是一个优秀的人。不要再与你现在的妻子共同生活了,我把我的女儿赐给你代替她。与她共同生活吧;至于你现在的妻子——因为我认为不妥——不要再把她当作妻子了。”

§9.111.3

ὁ δὲ Μασίστης ἀποθωμάσας τὰ λεγόμενα λέγει τάδε. ὦ δέσποτα, τίνα μοι λόγον λέγεις ἄχρηστον, κελεύων με γυναῖκα, ἐκ τῆς μοι παῖδές τε νεηνίαι εἰσὶ καὶ θυγατέρες, τῶν καὶ σὺ μίαν τῷ παιδὶ τῷ σεωυτοῦ ἠγάγεο γυναῖκα, αὐτή τέ μοι κατὰ νόον τυγχάνει κάρτα ἐοῦσα· ταύτην με κελεύεις μετέντα θυγατέρα τὴν σὴν γῆμαι;

马西斯特斯对这些话感到万分惊讶,说道: “主上,您对我说的是什么无理的话啊,竟然命令我离开妻子?我和她育有年轻的儿子和女儿,其中一个女儿您自己还娶来作为您儿子的妻子,而且她本身也极合我的心意。您竟然命令我抛弃她,转而娶您的女儿吗?”

§9.111.4

ἐγὼ δὲ βασιλεῦ μεγάλα μὲν ποιεῦμαι ἀξιεύμενος θυγατρὸς τῆς σῆς, ποιήσω μέντοι τούτων οὐδέτερα. σὺ δὲ μηδαμῶς βιῶ2 πρήγματος τοιοῦδε δεόμενος· ἀλλὰ τῇ τε σῇ θυγατρὶ ἀνὴρ ἄλλος φανήσεται ἐμεῦ οὐδὲν ἥσσων, ἐμέ τε ἔα γυναικὶ τῇ ἐμῇ συνοικέειν.

“大王,虽然能被认为配得上您的女儿令我感到极大的荣幸,但我绝不会做这两件事中的任何一件。请您千万不要强迫我做这种事;您的女儿会找到另一个绝不亚于我的丈夫,请让我继续与我的妻子共同生活吧。”

§9.111.5

ὃ μὲν δὴ τοιούτοισι ἀμείβεται, Ξέρξης δὲ θυμωθεὶς λέγει τάδε. οὕτω τοι, Μασίστα, πέπρηκται· οὔτε γὰρ ἄν τοι δοίην θυγατέρα τὴν ἐμὴν γῆμαι, οὔτε ἐκείνῃ πλεῦνα χρόνον συνοικήσεις, ὡς μάθῃς τὰ διδόμενα δέκεσθαι. ὁ δὲ ὡς ταῦτα ἤκουσε, εἴπας τοσόνδε ἐχώρεε ἔξω δέσποτα, οὐ δὴ κώ με ἀπώλεσας.3

他作了这样的回答,而薛西斯勃然大怒,说道: “马西斯特斯,事情对你来说已经决定了:我既不会把我的女儿嫁给你,你也不能再和那个妻子共同生活下去了,好让你学会接受所赐予的东西。” 他听了这话,只说了这么一句便走了出去: “主上,您还没有毁灭我呢。”

语法注3 条
  1. 9.111.1ἐξεργόμενος

    现在时被动分词。在此意为受法律或惯例“束缚”、“逼迫”或“限制”。

  2. 9.111.4βιῶ

    动词 βιάομαι(强迫、强制)的第二人称单数现在时中动/被动命令式,为爱奥尼亚方言的缩约形。容易与同音的 βιόω(生存、生活)的虚拟式等形式混淆,在此表示“不要强迫我”的命令。

  3. 9.111.5οὐ δὴ κώ με ἀπώλεσας

    直译为“你还没有毁灭我”。不定过去时 ἀπώλεσας 表示“彻底毁灭”,此句表达了一种不祥的反抗或警告,意即说话者还没有被彻底击败或死亡。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.111.1-9.111.5