← 希罗多德

历史

§9.11.1-9.11.3

同盟使节得知斯巴达出军并动身追赶

准备离开斯巴达的使节们向监察官表示抗议,得知军队早已出发后大为惊异,随即动身追赶。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.11.1

οἳ μὲν δὴ σὺν Παυσανίῃ ἐξεληλύθεσαν ἔξω Σπάρτης· οἱ δὲ ἄγγελοι, ὡς ἡμέρη ἐγεγόνεε, οὐδὲν εἰδότες περὶ τῆς ἐξόδου ἐπῆλθον ἐπὶ τοὺς ἐφόρους, ἐν νόῳ δὴ ἔχοντες ἀπαλλάσσεσθαι καὶ αὐτοὶ ἐπὶ τὴν ἑωυτοῦ ἕκαστος· ἐπελθόντες δὲ ἔλεγον τάδε. ὑμεῖς μὲν, ὦ Λακεδαιμόνιοι αὐτοῦ τῇδε μένοντες Ὑακίνθιά τε ἄγετε καὶ παίζετε, καταπροδόντες τοὺς συμμάχους· Ἀθηναῖοι δὲ ὡς ἀδικεόμενοι ὑπὸ ὑμέων χήτεΐ τε συμμάχων καταλύσονται τῷ Πέρσῃ οὕτω ὅκως ἄν δύνωνται·

且说他们已经和保萨尼亚斯一起离开了斯巴达。而使节们在天亮时,对这次出发一无所知,便来到监察官那里,他们自己也正打算各自返回本邦。他们来到后,便这样说道:“拉刻代蒙人啊,你们留在此地,庆祝着许阿铿提亚节并尽情玩乐,却彻底背弃了盟友。而雅典人由于受到你们的冤屈,又缺乏盟友,将会尽其所能与波斯人和解。

§9.11.2

καταλυσάμενοι δέ, δῆλα γὰρ ὅτι σύμμαχοι βασιλέος γινόμεθα, συστρατευσόμεθα ἐπʼ ἣν ἂν ἐκεῖνοι ἐξηγέωνται.1 ὑμεῖς δὲ τὸ ἐνθεῦτεν μαθήσεσθε ὁκοῖον ἄν τι ὑμῖν ἐξ αὐτοῦ ἐκβαίνῃ. ταῦτα λεγόντων τῶν ἀγγέλων, οἱ ἔφοροι εἶπαν ἐπʼ ὅρκου καὶ δὴ δοκέειν2 εἶναι ἐν Ὀρεσθείῳ στείχοντας ἐπὶ τοὺς ξείνους. ξείνους γὰρ ἐκάλεον τοὺς βαρβάρους.

一旦和解——因为显然我们将成为国王的盟友——我们就会在他们的引领下,共同征讨他们所指示的任何地方。至于其后果会给你们带来什么,你们往后自然会明白。”使节们说了这些话后,监察官们便起誓说,他们相信那些人已经在奥勒斯泰翁,正朝着“外邦人”行军。因为他们把蛮族人称为“外邦人”。

§9.11.3

οἳ δὲ ὡς οὐκ εἰδότες3 ἐπειρώτων τὸ λεγόμενον, ἐπειρόμενοι δὲ ἐξέμαθον πᾶν τὸ ἐόν, ὥστε ἐν θώματι γενόμενοι ἐπορεύοντο τὴν ταχίστην διώκοντες· σὺν δέ σφι τῶν περιοίκων Λακεδαιμονίων λογάδες πεντακισχίλιοι ὁπλῖται τὠυτὸ τοῦτο ἐποίεον.

使节们对此不甚理解,便询问这话的意思,在询问中他们得知了全部真相,于是大为惊异,立刻以最快的速度动身追赶。与他们一起,拉刻代蒙周边自由民的五千名精锐重装步兵也采取了同样的行动。

语法注3 条
  1. 9.11.2ἐπʼ ἣν ἂν ἐκεῖνοι ἐξηγέωνται

    阴性单数宾格关系代词 ἣν 后面省略了名词(通常为 γῆν“土地”),意为“无论他们领路前往什么土地”。该结构由 ἄν 配合虚拟语气(ἐξηγέωνται)构成,表示针对未来的泛指条件。

  2. 9.11.2καὶ δὴ δοκέειν

    δοκέειν 是受动词 εἶπαν 支配的间接引语不定式。καὶ δὴ 表示强调,意为“事实上已经”或“现在已经”。

  3. 9.11.3ὡς οὐκ εἰδότες

    连用分词 εἰδότες 的副词 ὡς 刻画了使节们的神态:“仿佛一无所知一般”(事实上确实不知道),表现出由于意想不到的消息而产生的惊异与困惑。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.11.1-9.11.3