- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.94.1-8.94.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
雅典人指责哥林多将军阿得曼托斯在海战初期因恐惧而逃跑,途中因遇到神船而转回,以及哥林多人的否认,他们主张自己曾最前线战斗。
Ἀδείμαντον δὲ τὸν Κορίνθιον στρατηγὸν λέγουσι Ἀθηναῖοι1 αὐτίκα κατʼ ἀρχάς, ὡς συνέμισγον αἱ νέες, ἐκπλαγέντα τε καὶ ὑπερδείσαντα, τὰ ἱστία ἀειράμενον οἴχεσθαι φεύγοντα, ἰδόντας δὲ τοὺς Κορινθίους τὴν στρατηγίδα φεύγουσαν ὡσαύτως οἴχεσθαι.
据雅典人说,哥林多的将军阿得曼托斯在战争伊施、船只交锋之初,便惊恐万分,极度害怕,于是扬起风帆,只顾逃跑;而哥林多人看到旗舰逃跑,也同样跟着逃跑了。
ὡς δὲ ἄρα φεύγοντας γίνεσθαι τῆς Σαλαμινίης κατὰ ἱρὸν Ἀθηναίης Σκιράδος, περιπίπτειν σφι κέλητα θείῃ πομπῇ, τὸν οὔτε πέμψαντα φανῆναι οὐδένα, οὔτε τι τῶν ἀπὸ τῆς στρατιῆς εἰδόσι προσφέρεσθαι τοῖσι Κορινθίοισι.2 τῇδε δὲ συμβάλλονται εἶναι θεῖον τὸ πρῆγμα. ὡς γὰρ ἀγχοῦ γενέσθαι τῶν νεῶν, τοὺς ἀπὸ τοῦ κέλητος λέγειν τάδε.
据说,当他们在逃跑中到达萨拉米斯岛上司基拉斯的雅典娜神庙附近时,在神意的引导下,一艘轻捷船与他们相遇;这艘船既看不出是谁派来的,在接近哥林多人时,哥林多人对其军队也一无所知。由此,人们推测这件事情有神意。因为当那艘船靠近船只时,船上的人说道:
Ἀδείμαντε, σὺ μὲν ἀποστρέψας τὰς νέας ἐς φυγὴν ὅρμησαι καταπροδοὺς τοὺς Ἕλληνας· οἳ δὲ καὶ δὴ νικῶσι ὅσον αὐτοὶ ἠρῶντο ἐπικρατήσαντες τῶν ἐχθρῶν. ταῦτα λεγόντων ἀπιστέειν γὰρ τὸν Ἀδείμαντον, αὖτις τάδε λέγειν, ὡς αὐτοὶ οἷοί τε εἶεν ἀγόμενοι ὅμηροι ἀποθνήσκειν, ἢν μὴ νικῶντες φαίνωνται οἱ Ἕλληνες.3
“阿得曼托斯啊,你调转船头逃跑,背叛了希腊人;而他们如今正节节胜利,战胜了敌人,正如他们自己所祈求的那样。” 由于阿得曼托斯在他们说这些话时不相信,他们便再次说道,如果希腊人没有获胜,他们自己甘愿被带去充当人质而被处死。
οὕτω δὴ ἀποστρέψαντα τὴν νέα αὐτόν τε καὶ τοὺς ἄλλους ἐπʼ ἐξεργασμένοισι4 ἐλθεῖν ἐς τὸ στρατόπεδον. τούτους μὲν τοιαύτη φάτις ἔχει ὑπὸ Ἀθηναίων, οὐ μέντοι αὐτοί γε Κορίνθιοι ὁμολογέουσι, ἀλλʼ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι· μαρτυρέει δέ σφι καὶ ἡ ἄλλη Ἑλλάς.
于是,他本人和其余的人便调转船头,在战事已定之后回到了军营。关于他们,雅典人中流传着这样的说法。然而,哥林多人自己并不承认,反而认为自己在这场海战中处于最前列;而其余的希腊世界也为此为他们作证。
- 8.94.1λέγουσι Ἀθηναῖοι
在“雅典人说”这一主句动词的支配下,直到 §8.94.4 中的“他们回到了(ἐλθεῖν)”,关于阿得曼托斯逃跑的整个雅典方面的说法都是通过宾格加不定式(间接引语)的长篇句式来叙述的。
- 8.94.2οὔτε τι τῶν ἀπὸ τῆς στρατιῆς εἰδόσι προσφέρεσθαι τοῖσι Κορινθίοισι
现在分词的与格复数形式 εἰδόσι 与 τοῖσι Κορινθίοισι(给哥林多人)一致。属格短语 τῶν ἀπὸ τῆς στρατιῆς(关于军队的事物)作为表示“知道”的分词 εἰδόσι 的宾语,修饰该分词。
- 8.94.3ὡς αὐτοὶ οἷοί τε εἶεν ἀγόμενοι ὅμηροι ἀποθνήσκειν, ἢν μὴ νικῶντες φαίνωνται οἱ Ἕλληνες
间接引语中的复合句结构。由于主句动词处于过去时(传闻)语境中,直接引语中的直陈式现在时 οἷοί τέ εἰσι 变为了祈愿式 εἶεν(间接引语祈愿式),而条件从句中的虚拟式 ἢν ... φαίνωνται(非虚拟的未来假设)则被原样保留,展现了古典希腊语中典型的语气交替。
- 8.94.4ἐπʼ ἐξεργασμένοισι
由介词 ἐπί 与中性复数完成时分词的与格形式 ἐξεργασμένοισι(爱奥尼亚方言)构成的惯用语,意为“事成之后”或“大局已定之时”。
