← 希罗多德

历史

§8.87.1-8.87.4

阿尔特米西亚撞沉友舰脱险

讲述了阿尔特米西亚在萨拉米斯战役中陷入困境时,有意或无意地撞击并击沉了友军卡伦达人的船只,从而成功脱险的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.87.1

κατὰ μὲν δὴ τοὺς ἄλλους οὐκ ἔχω μετεξετέρους εἰπεῖν ἀτρεκέως ὡς ἕκαστοι τῶν βαρβάρων ἢ τῶν Ἑλλήνων ἠγωνίζοντο· κατὰ δὲ Ἀρτεμισίην τάδε ἐγένετο, ἀπʼ ὧν εὐδοκίμησε μᾶλλον ἔτι παρὰ βασιλέι.

至于其他人,我无法确切地指出其中的某些个人,即蛮族人或希腊人中的每一个是如何战斗的;但关于阿尔特米西亚,发生了以下的事情,她也因此在国王那里赢得了更大的声誉。

§8.87.2

ἐπειδὴ γὰρ ἐς θόρυβον πολλὸν ἀπίκετο τὰ βασιλέος πρήγματα, ἐν τούτῳ τῷ καιρῷ ἡ νηῦς ἡ Ἀρτεμισίης ἐδιώκετο ὑπὸ νεὸς Ἀττικῆς· καὶ ἣ1 οὐκ ἔχουσα διαφυγεῖν, ἔμπροσθε γὰρ αὐτῆς ἦσαν ἄλλαι νέες φίλιαι, ἡ δὲ αὐτῆς πρὸς τῶν πολεμίων μάλιστα ἐτύγχανε ἐοῦσα, ἔδοξέ οἱ τόδε ποιῆσαι, τὸ καὶ συνήνεικε ποιησάσῃ.2 διωκομένη γὰρ ὑπὸ τῆς Ἀττικῆς φέρουσα3 ἐνέβαλε νηὶ φιλίῃ ἀνδρῶν τε Καλυνδέων καὶ αὐτοῦ ἐπιπλέοντος τοῦ Καλυνδέων βασιλέος Δαμασιθύμου.

因为当国王的事态陷入极大的混乱时,恰在此时,阿尔特米西亚的船正被一艘阿提卡的船追击。而她无路可逃,因为在她的前方还有其他友军的船只,而她自己的船又恰好最接近敌人,于是她决定采取以下行动,这对于付诸行动的她来说确实起到了有利的作用。因为在阿提卡船的追击下,她猛冲过去,撞击了一艘卡伦达人的友军船只,当时卡伦达人的国王达马西蒂穆斯本人也正在那艘船上。

§8.87.3

εἰ μὲν καί τι νεῖκος πρὸς αὐτὸν ἐγεγόνεε ἔτι περὶ Ἑλλήσποντον ἐόντων,4 οὐ μέντοι ἔχω γε εἰπεῖν οὔτε εἰ ἐκ προνοίης αὐτὰ ἐποίησε, οὔτε εἰ συνεκύρησε ἡ τῶν Καλυνδέων κατὰ τύχην παραπεσοῦσα νηῦς.

即使在他们还在赫勒斯滂的时候,她与他之间曾产生过某种不和,但我还是无法断言,她是蓄意这样做的,还是卡伦达人的船碰巧在那里相遇纯属偶然。

§8.87.4

ὡς δὲ ἐνέβαλέ τε καὶ κατέδυσε, εὐτυχίῃ χρησαμένη διπλᾶ ἑωυτὴν ἀγαθὰ ἐργάσατο. ὅ τε γὰρ τῆς Ἀττικῆς νεὸς τριήραρχος ὡς εἶδέ μιν ἐμβάλλουσαν νηὶ ἀνδρῶν βαρβάρων, νομίσας τὴν νέα τὴν Ἀρτεμισίης ἢ Ἑλληνίδα εἶναι ἢ αὐτομολέειν ἐκ τῶν βαρβάρων καὶ αὐτοῖσι ἀμύνειν, ἀποστρέψας πρὸς ἄλλας ἐτράπετο.

当她撞击并击沉了那艘船时,她因碰上好运而为自己带来了双重的好处。因为阿提卡船的船长看到她撞击一艘蛮族人的船,便以为阿尔特米西亚的船要么是希腊船,要么是从蛮族那里叛逃出来并正在协助他们,于是便转舵去对付其他的船只了。

语法注4 条
  1. 8.87.2καὶ ἣ

    ἣ 是关系代词的阴性单数主格形式,但在这里与连词 καί 结合,起到了指示代名词的作用,指代前文的女性主语(阿尔特米西亚),意为“而她”。这是自荷马时代以来古老用法的残留,保留在希罗多德的爱奥尼亚方言中。

  2. 8.87.2τὸ καὶ συνήνεικε ποιησάσῃ

    关系代词 τὸ 的先行词是前文 τόδε ποιῆσαι(这样做)这整个行为。由于无人称不定过去时动词 συνήνεικε(对……有利、起作用)支配与格,因此使用了指代执行该行为的女主语的与格分词 ποιησάσῃ(阴性单数与格)。

  3. 8.87.2φέρουσα

    现在分词 φέρουσα(阴性单数主格)在此处以不及物动词的含义(如风或潮水“猛烈冲锋、突进”)作副词性使用,修饰主动词 ἐνέβαλε,用以强调撞击时的迅猛之势。

  4. 8.87.3ἐόντων

    现在分词 ἐόντων(复数属格)构成了属格独立结构(genitive absolute),其逻辑主语(波斯军队全体)因在上下文中显而易见而被省略。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.87.1-8.87.4