- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.77.1-8.77.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
作者目睹波斯船只填满海峡并包围萨拉米斯的事实,确信神谕的准确性并拒绝予以否定,同时引用了巴基斯预言希腊胜利的神谕诗句。
χρησμοῖσι δὲ οὐκ ἔχω ἀντιλέγειν ὡς οὐκ εἰσὶ ἀληθέες,1 οὐ βουλόμενος ἐναργέως λέγοντας πειρᾶσθαι καταβάλλειν, ἐς τοιάδε πρήγματα ἐσβλέψας. "ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτήν νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν ἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας, δῖα δίκη σβέσσει κρατερὸν κόρον, ὕβριος υἱόν, δεινὸν μαιμώοντα, δοκεῦντʼ ἀνὰ πάντα πίεσθαι.2"
然而,当我看到这样的事情时,我无法反驳说神谕是不真实的,因为我不愿在神谕如此清晰地昭示时去企图否定它们。 “但是,当他们怀着疯狂的希望,在劫掠了闪耀的雅典之后,用船只将手持金剑的阿耳特弥斯圣海岸与海中的库诺苏拉连接起来时,神圣的正义将熄灭强大的‘狂傲’——那傲慢之子,他面目可憎、气势汹汹,自以为能吞尽一切。”
" χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δʼ Ἄρης πόντον φοινίξει. τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρ εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη." ἐς τοιαῦτα μὲν καὶ οὕτω ἐναργέως λέγοντι Βάκιδι ἀντιλογίης χρησμῶν πέρι οὔτε αὐτὸς λέγειν τολμέω οὔτε παρʼ ἄλλων ἐνδέκομαι.
“因为青铜将与青铜撞击,阿瑞斯将用鲜血染红大海。那时,目光远大的克罗诺斯之子与高贵的胜利女神,将给希腊带来自由之日。” 面对巴基斯如此这般且如此清晰的预言,关于神谕的反驳,我自己既不敢说,也不接受别人的反驳。
- 8.77.1ὡς οὐκ εἰσὶ ἀληθέες
紧随 ἀντιλέγειν(反驳)之后的 ὡς οὐ 从句。在含有否定意义的动词后,重复使用否定词 οὐ,表示“反驳说它们是不真实的”或“否认它们是真实的”。
- 8.77.1δοκεῦντʼ ἀνὰ πάντα πίεσθαι
不定式 πίεσθαι 是 πίνω(饮、吞咽)的将来时中动不定词 πίομαι 的爱奥尼亚方言形式。因此,该句意为“以为自己将吞尽(ἀνὰ πάντα)一切”。尽管也有人将其解释为 πιέζω(压迫、征服)的不定式,但此处采用通行的“吞尽”之意。
