← 希罗多德

历史

§8.5.1-8.5.3

通过贿赂留驻阿提米西昂

地米斯托克利将他从优波亚人那里得到的部分资金作为贿赂分给欧律比亚德斯和阿德曼托斯,成功让希腊舰队留在阿提米西昂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.5.1

ὁ δὲ Θεμιστοκλέης τοὺς Ἕλληνας ἐπισχεῖν ὧδε ποιέει· Εὐρυβιάδῃ τούτων τῶν χρημάτων μεταδιδοῖ πέντε τάλαντα ὡς παρʼ ἑωυτοῦ δῆθεν διδούς. ὡς δέ οἱ1 οὗτος ἀνεπέπειστο, Ἀδείμαντος γὰρ ὁ Ὠκύτου ὁ Κορίνθιος στρατηγὸς τῶν λοιπῶν ἤσπαιρε μοῦνος, φάμενος ἀποπλεύσεσθαί τε ἀπὸ τοῦ Ἀρτεμισίου καὶ οὐ παραμενέειν, πρὸς δὴ τοῦτον εἶπε ὁ Θεμιστοκλέης ἐπομόσας οὐ σύ γε ἡμέας ἀπολείψεις, ἐπεί τοι ἐγὼ μέζω δῶρα δώσω ἢ βασιλεὺς ἄν τοι ὁ Μήδων πέμψειε ἀπολιπόντι2 τοὺς συμμάχους. ταῦτά τε ἅμα ἠγόρευε καὶ πέμπει ἐπὶ τὴν νέα τὴν Ἀδειμάντου τάλαντα ἀργυρίου τρία·

地米斯托克利通过以下方式使希腊人留了下来:他从这笔钱中分出五个塔兰同给欧律比亚德斯,假装是出自他自己的财产。当此人被他说服后——因为在其余的人中,只有奥库托斯之子、科林斯人的将军阿德曼托斯一人仍在极力反对,声称他要从阿提米西昂扬帆离去,绝不留下来——地米斯托克利便对这人发誓说道:“你绝不会抛弃我们,因为我给你的礼物,将比波斯国王因你抛弃盟友而可能送给你的还要丰厚。” 他一边说着这些,一边派人往阿德曼托斯的船上送去了三个塔兰同的银子。

§8.5.3

οὗτοί τε δὴ πάντες δώροισι ἀναπεπεισμένοι ἦσαν καὶ τοῖσι Εὐβοεῦσι ἐκεχάριστο, αὐτός τε ὁ Θεμιστοκλέης ἐκέρδηνε, ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων,3 ἀλλʼ ἠπιστέατο οἱ μεταλαβόντες τούτων τῶν χρημάτων ἐκ τῶν Ἀθηνέων ἐλθεῖν ἐπὶ τῷ λόγῳ τούτῳ τὰ χρήματα.

于是,这些人便都被礼物说服了,优波亚人也如愿以偿。地米斯托克利自己捞到了好处,却隐瞒了自己保留了其余钱财的事实;而分到这笔钱的人则以为,这笔钱是为了这个目的而从雅典送来的。

语法注3 条
  1. 8.5.1οἱ

    与格代词 οἱ 是伴随被动过去完成时动词 ἀνεπέπειστο(源自 ἀναπείθω)的“施事与格”,指代地米斯托克利。意为“当此人(欧律比亚德斯)被他(地米斯托克利)说服后”。

  2. 8.5.2ἀπολιπόντι

    过去不定时分词与格,与间接宾语代词 τοι 一致。它起到了条件从句的作用(“如果你抛弃盟友的话”),与主句中的潜在希求法 ἄν ... πέμψειε 相呼应。

  3. 8.5.3ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων

    动词 λανθάνω 与现在分词 ἔχων 连用,构成“秘密地做某事”或“不被察觉地做某事”的惯用结构。在此处意为“他隐瞒了自己保留其余钱财的事实”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.5.1-8.5.3