← 希罗多德

历史

§8.41.1-8.41.3

卫城圣蛇的征兆与雅典民众的疏散

雅典人将妇孺家仆疏散至特罗曾、埃吉纳和萨拉米斯;在得知卫城守护神蛇未动祭品、预示着女神也已离去后,他们更加迅速地撤离城市并前往舰队集结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.41.1

οἱ μὲν δὴ ἄλλοι κατέσχον ἐς τὴν Σαλαμῖνα, Ἀθηναῖοι δὲ ἐς τὴν ἑωυτῶν.1 μετὰ δὲ τὴν ἄπιξιν κήρυγμα ἐποιήσαντο, Ἀθηναίων2 τῇ τις δύναται σώζειν τέκνα τε καὶ τοὺς οἰκέτας. ἐνθαῦτα οἱ μὲν πλεῖστοι ἐς Τροίζηνα ἀπέστειλαν, οἳ δὲ ἐς Αἴγιναν, οἳ δὲ ἐς Σαλαμῖνα.

其余的(希腊)人停泊在萨拉米斯,而雅典人则将船只靠向他们自己的土地。到达之后,他们发出宣告,要求雅典人中每一个人都应当尽其所能,来营救自己的子女和家仆。于是,大多数人将家眷送往特罗曾,有的送往埃吉纳,有的则送往萨拉米斯。

§8.41.2

ἔσπευσαν δὲ ταῦτα ὑπεκθέσθαι τῷ χρηστηρίῳ τε βουλόμενοι ὑπηρετέειν καὶ δὴ καὶ τοῦδε εἵνεκα οὐκ ἥκιστα. λέγουσι Ἀθηναῖοι ὄφιν μέγαν φύλακα τῆς ἀκροπόλιος ἐνδιαιτᾶσθαι ἐν τῷ ἱρῷ· λέγουσί τε ταῦτα καὶ δὴ ὡς ἐόντι3 ἐπιμήνια ἐπιτελέουσι προτιθέντες· τὰ δʼ ἐπιμήνια μελιτόεσσα ἐστί.

他们急于将这些疏散,既是因为希望顺从神谕,也尤其出于以下的原因。雅典人说,有一条作为卫城守护者的巨蛇居住在神殿里;他们不仅如此说,而且还把它当作真实存在之物,每月为其摆上贡品举行祭祀;而这每月的贡品乃是蜂蜜饼。

§8.41.3

αὕτη δὴ ἡ μελιτόεσσα ἐν τῷ πρόσθε αἰεὶ χρόνῳ ἀναισιμουμένη τότε ἦν ἄψαυστος. σημηνάσης δὲ ταῦτα τῆς ἱρείης, μᾶλλόν τι οἱ Ἀθηναῖοι καὶ προθυμότερον ἐξέλιπον τὴν πόλιν, ὡς καὶ τῆς θεοῦ ἀπολελοιπυίης4 τὴν ἀκρόπολιν. ὡς δέ σφι πάντα ὑπεξέκειτο, ἔπλεον ἐς τὸ στρατόπεδον.

这块在以往的所有时间里总是被吃光的蜂蜜饼,在当时却完好无损。当女祭司宣布这一情况时,雅典人更加迅速且更加甘愿地撤离了城市,认为女神也已经离开了卫城。当他们所有的东西都被安全移出后,他们便乘船前往舰队。

语法注4 条
  1. 8.41.1Ἀθηναῖοι δὲ ἐς τὴν ἑωυτῶν

    前文的动词 κατέσχον(靠岸、停泊)在此处被省略。τὴν ἑωυτῶν 为阴性属格代词短语,省略了诸如 γῆν(土地)或 χώραν(国土)的名词。

  2. 8.41.1Ἀθηναίων

    属格 Ἀθηναίων 是修饰其后不定代名词 tis(“某人、各自”)的部分属格,意为“雅典人中的每个人”,指示了宣告内容的动作主体。

  3. 8.41.2ὡς ἐόντι

    连词 ὡς 连用分词 ἐόντι(εἰμί 的现在分词阳性单数与格,爱奥尼亚方言等同于 ὄντι),意为“当作它真实存在”。使用与格是因为它与作为供奉对象的蛇(ὄφιν)相一致,或是受 προτιθέντες(摆上、供奉)支配。

  4. 8.41.3ὡς καὶ τῆς θεοῦ ἀπολελοιπυίης

    表示主观原因的 ὡς 与属格绝对结构 τῆς θεοῦ ἀπολελοιπυίης...(使用 ἀπολείπω 的完成主动分词)连用,表达雅典人主观上的信念(“坚信女神也已经离开了……”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.41.1-8.41.3