- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.144.1-8.144.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
雅典人表明了对希腊同胞的认同和对神明的义务,坚决拒绝与波斯妥协,并紧急请求斯巴达尽快出兵。
πρὸς μὲν Ἀλέξανδρον ταῦτα ὑπεκρίναντο, πρὸς δὲ τοὺς ἀπὸ Σπάρτης ἀγγέλους τάδε. τὸ μὲν δεῖσαι1 Λακεδαιμονίους μὴ ὁμολογήσωμεν τῷ βαρβάρῳ, κάρτα ἀνθρωπήιον ἦν· ἀτὰρ αἰσχρῶς γε οἴκατε ἐξεπιστάμενοι τὸ Ἀθηναίων φρόνημα ἀρρωδῆσαι, ὅτι οὔτε χρυσός ἐστι γῆς οὐδαμόθι τοσοῦτος οὔτε χώρη κάλλεϊ καὶ ἀρετῇ μέγα ὑπερφέρουσα, τὰ ἡμεῖς δεξάμενοι2 ἐθέλοιμεν ἂν μηδίσαντες καταδουλῶσαι τὴν Ἑλλάδα.
对亚历山大他们作出了这样的回答,但对来自斯巴达的使者则作出了如下回答: “拉刻代蒙人害怕我们会与蛮族妥协,这固然是非常合乎人情的;然而,你们分明十分了解雅典人的气概,却还感到害怕,这实在是令人羞愧的。因为世界上没有任何地方拥有如此多的黄金,也没有任何土地在美丽和富饶上如此出类拔萃,能让我们愿意接受它们,从而投靠波斯并奴役希腊。
πολλά τε γὰρ καὶ μεγάλα ἐστι τὰ διακωλύοντα ταῦτα μὴ ποιέειν μηδʼ ἢν ἐθέλωμεν, πρῶτα μὲν καὶ μέγιστα τῶν θεῶν τὰ ἀγάλματα καὶ τὰ οἰκήματα ἐμπεπρησμένα τε καὶ συγκεχωσμένα, τοῖσι3 ἡμέας ἀναγκαίως ἔχει τιμωρέειν ἐς τὰ μέγιστα μᾶλλον ἤ περ ὁμολογέειν τῷ ταῦτα ἐργασαμένῳ, αὖτις δὲ τὸ Ἑλληνικὸν ἐὸν ὅμαιμόν τε καὶ ὁμόγλωσσον καὶ θεῶν ἱδρύματά τε κοινὰ καὶ θυσίαι ἤθεά τε ὁμότροπα, τῶν προδότας γενέσθαι Ἀθηναίους οὐκ ἂν εὖ ἔχοι.
因为有许多重大的原因阻碍着我们,使我们即使想这样做也不能去做。第一也是最重要的,是神明的神像和庙宇被烧毁并夷为墟,我们必须尽最大努力为此复仇,而不是与做出这些恶行的人妥协。其次,是希腊民族,我们同血同语言,拥有共同的神殿和祭祀,以及相似的风俗,背叛这些对于雅典人来说是绝不容许的。
ἐπίστασθέ τε οὕτω, εἰ μὴ πρότερον ἐτυγχάνετε ἐπιστάμενοι, ἔστʼ ἂν καὶ εἷς περιῇ Ἀθηναίων, μηδαμὰ ὁμολογήσοντας ἡμέας4 Ξέρξῃ. ὑμέων μέντοι ἀγάμεθα τὴν προνοίην τὴν πρὸς ἡμέας ἐοῦσαν, ὅτι προείδετε ἡμέων οἰκοφθορημένων οὕτω ὥστε ἐπιθρέψαι ἐθέλειν ἡμέων τοὺς οἰκέτας.
因此,即便你们以前不知道,现在也请记住:只要还有一个雅典人活着,我们就绝不会与薛西斯妥协。不过,我们非常赞赏你们对我们的体贴,因为你们预见到我们的家园被毁,因而愿意抚养我们的家眷。
καὶ ὑμῖν μὲν ἡ χάρις ἐκπεπλήρωται, ἡμεῖς μέντοι λιπαρήσομεν οὕτω ὅκως ἂν ἔχωμεν, οὐδὲν λυπέοντες ὑμέας. νῦν δέ, ὡς οὕτω ἐχόντων, στρατιὴν ὡς τάχιστα ἐκπέμπετε.
在你们方面,这份好意已经圆满达成;但我们将尽力自己坚持下去,绝不给你们增添任何麻烦。如今,既然情况如此,请尽快派遣你们的军队。
ὡς γὰρ ἡμεῖς εἰκάζομεν, οὐκ ἑκὰς χρόνου παρέσται ὁ βάρβαρος ἐσβαλὼν ἐς τὴν ἡμετέρην, ἀλλʼ ἐπειδὰν τάχιστα πύθηται τὴν ἀγγελίην ὅτι οὐδὲν ποιήσομεν τῶν ἐκεῖνος ἡμέων προσεδέετο.5 πρὶν ὦν παρεῖναι ἐκεῖνον ἐς τὴν Ἀττικήν, ἡμέας καιρός ἐστι προβοηθῆσαι ἐς τὴν Βοιωτίην. οἳ μὲν ταῦτα ὑποκριναμένων Ἀθηναίων ἀπαλλάσσοντο ἐς Σπάρτην.
因为据我们推测,蛮族入侵我们领土的时间不会太远,一旦他得知我们绝不会做任何他所要求的事情的消息,他就会立刻到来。因此,在他到达阿提卡之前,正是我们出兵进入波奥提亚迎击的良机。” 在雅典人作此回答之后,使者们便启程返回斯巴达。
- 8.144.1τὸ μὲν δεῖσαι
带冠词不定式 τὸ δεῖσαι 作句子的主语,而 Λακεδαιμονίους 是其逻辑主语(宾格)。其后接引导害怕从句的 μὴ ὁμολογήσωμεν(虚拟语气)。
- 8.144.1τὰ ἡμεῖς δεξάμενοι
关系代词 τὰ(中性复数宾格)在语境上综合指代前面具有不同语法性的 χρυσός(阳性单数)和 χώρη(阴性单数)。分词 δεξάμενοι 具有条件意义(“如果我们接受它们”)。
- 8.144.2τοῖσι
爱奥尼亚方言的关系代词(与格复数),相当于雅典方言的 οἷς。其先行词为神像和庙宇(ἀγάλματα καὶ τὰ οἰκήματα),由 τιμωρέειν(复仇)支配,作其与格宾语。
- 8.144.3μηδαμὰ ὁμολογήσοντας ἡμέας
动词 ἐπίστασθε(知道)的宾语,由宾格加未来分词(ὁμολογήσοντας)构成的间接引语结构,意为“知晓我们绝不会妥协”。
- 8.144.5τῶν ἐκεῖνος ἡμέων προσεδέετο
τῶν 是关系代词属格复数,省略了先行词 τούτων。动词 προσδέομαι(向某人要求/期望某事)支配双属格,即所要求的事物(τῶν)和被要求的人(ἡμέων)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
