← 希罗多德

历史

§8.140A.1-8.140A.4

亚历山大向雅典转达薛西斯的求和提议

作为马尔多尼乌斯使节抵达雅典的亚历山大发表讲话,向雅典人转达了薛西斯国王宽大的和解提议、重建神殿的承诺,以及对继续抵抗之危害的严厉警告。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.140A.1

ἐγεγόνεε μὲν δὴ ὧδε ὁ Ἀλέξανδρος ὁ Ἀμύντεω· ὡς δὲ ἀπίκετο ἐς τὰς Ἀθήνας ἀποπεμφθεὶς ὑπὸ Μαρδονίου, ἔλεγε τάδε. ἄνδρες Ἀθηναῖοι, Μαρδόνιος τάδε λέγει. ἐμοὶ ἀγγελίη ἥκει παρὰ βασιλέος λέγουσα οὕτω. Ἀθηναίοισι τὰς ἁμαρτάδας τὰς ἐς ἐμὲ ἐξ ἐκείνων γενομένας πάσας μετίημι.

阿敏塔斯之子亚历山大便是如此世系而来的。当他被马尔多尼乌斯派遣抵达雅典时,他开口说道: “雅典的诸位,马尔多尼乌斯这样说:‘我这里收到了来自国王的口信,内容如下: “对于雅典人,我赦免他们过去对我犯下的所有过错。

§8.140A.2

νῦν τε ὧδε Μαρδόνιε ποίεε· τοῦτο μὲν τὴν γῆν σφι ἀπόδος, τοῦτο δὲ ἄλλην πρὸς ταύτῃ ἑλέσθων αὐτοί, ἥντινα ἂν ἐθέλωσι, ἐόντες αὐτόνομοι· ἱρά τε πάντα σφι, ἢν δὴ βούλωνταί γε ἐμοὶ ὁμολογέειν, ἀνόρθωσον, ὅσα ἐγὼ ἐνέπρησα. τούτων δὲ ἀπιγμένων ἀναγκαίως ἔχει1 μοι ποιέειν ταῦτα, ἢν μὴ τὸ ὑμέτερον αἴτιον γένηται.

那么,马尔多尼乌斯,现在你要这样做:一方面,把他们的土地还给他们,另一方面,让他们自己在这一片土地之外,自由选择他们想要的任何其他土地,并让他们自治;如果他们愿意与我和解,就把我所烧毁的他们所有的神殿全部重建。”’ 既然这些指令已经下达,除非责任在你们一方,否则我不得不执行这些。

§8.140A.3

λέγω δὲ ὑμῖν τάδε. νῦν τί μαίνεσθε πόλεμον βασιλέι ἀειρόμενοι; οὔτε γὰρ ἂν ὑπερβάλοισθε οὔτε οἷοί τε ἐστὲ ἀντέχειν τὸν πάντα χρόνον. εἴδετε μὲν γὰρ τῆς Ξέρξεω στρατηλασίης τὸ πλῆθος καὶ τὰ ἔργα, πυνθάνεσθε δὲ καὶ τὴν νῦν παρʼ ἐμοὶ ἐοῦσαν δύναμιν· ὥστε καὶ ἢν ἡμέας ὑπερβάλησθε καὶ νικήσητε, τοῦ περ ὑμῖν οὐδεμία ἐλπὶς2 εἴ περ εὖ φρονέετε, ἄλλη παρέσται πολλαπλησίη.

因此我对你们说:现在,你们为什么要疯狂地对国王发起战争呢?因为你们既无法战胜他,也无法永远支撑下去。你们已经亲眼看到了薛西斯远征军的庞大数量与伟绩,也听闻了我现在所拥有的军力;因此,即便你们战胜并击败了我们(如果你们还清醒的话,对此你们毫无希望),也将会有另一支数倍于此的军队接踵而至。

§8.140A.4

μὴ ὦν βούλεσθε παρισούμενοι βασιλέι στέρεσθαι μὲν τῆς χώρης, θέειν δὲ αἰεὶ περὶ ὑμέων αὐτῶν,3 ἀλλὰ καταλύσασθε· παρέχει4 δὲ ὑμῖν κάλλιστα καταλύσασθαι, βασιλέος ταύτῃ ὁρμημένου. ἔστε ἐλεύθεροι, ἡμῖν ὁμαιχμίην συνθέμενοι ἄνευ τε δόλου καὶ ἀπάτης.

因此,不要因为企图与国王抗衡,而失去你们的土地,并始终为你们自己的生存而奔波;相反,和解吧。既然国王已经倾向于此,现在正是你们以最体面的方式进行和解的极佳契机。同我们缔结盟约,不带任何欺瞒与诡诈,保持自由吧。”

语法注4 条
  1. 8.140A.2ἀναγκαίως ἔχει

    无人称结构,意为“……是不可避免的”或“不得不……”。与格 μοι 作后面不定式的主语。

  2. 8.140A.3τοῦ περ ὑμῖν οὐδεμία ἐλπὶς

    τοῦ 是指示代词属格,指代前文假设句的内容(击败并战胜波斯人),修饰名词 ἐλπίς(意为“对此的希望”)。

  3. 8.140A.4θέειν δὲ αἰεὶ περὶ ὑμέων αὐτῶν

    意为“跑”的动词 θέειν 与介词短语 περὶ ὑμέων αὐτῶν(关于你们自己)连用,是“为自己的性命奔逃”或“为了生存而不断奔波奋斗”的惯用表达。

  4. 8.140A.4παρέχει

    用作无人称动词,相当于 ἔξεστι(“有可能”、“被给予机会”)。其后的不定式 καταλύσασθαι(和解)作实际上的主语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.140A.1-8.140A.4