- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.115.1-8.115.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
薛西斯急于撤退,但其军队因饥饿和瘟疫遭受毁灭性打击。此外,他未能收回曾留在西里斯的宙斯圣车,因为派奥尼亚人虚假地声称该车在放牧时被上色雷斯人强抢。
ὃ μὲν1 δὴ δεξάμενος τὸ ῥηθὲν2 ἀπαλλάσσετο, Ξέρξης δὲ Μαρδόνιον ἐν Θεσσαλίῃ καταλιπὼν αὐτὸς ἐπορεύετο κατὰ τάχος ἐς τὸν Ἑλλήσποντον, καὶ ἀπικνέεται ἐς τὸν πόρον τῆς διαβάσιος ἐν πέντε καὶ τεσσεράκοντα ἡμέρῃσι, ἀπάγων τῆς στρατιῆς οὐδὲν μέρος ὡς εἰπεῖν.3
那名使者接受了所说的话便离去了;而薛西斯将马尔多尼乌斯留在色萨利,他自己则火速向赫勒斯滂进军,并在四十五天内抵达了渡海口,可以说几乎没有带回军队的任何部分。
ὅκου δὲ πορευόμενοι γινοίατο καὶ κατʼ οὕστινας ἀνθρώπους, τὸν τούτων καρπὸν ἁρπάζοντες ἐσιτέοντο· εἰ δὲ καρπὸν μηδένα εὕροιεν, οἳ δὲ4 τὴν ποίην τὴν ἐκ τῆς γῆς ἀναφυομένην καὶ τῶν δενδρέων τὸν φλοιὸν περιλέποντες καὶ τὰ φύλλα καταδρέποντες κατήσθιον, ὁμοίως τῶν τε ἡμέρων καὶ τῶν ἀγρίων, καὶ ἔλειπον οὐδέν· ταῦτα δʼ ἐποίεον ὑπὸ λιμοῦ.
无论他们在行军中到达何处,通过什么人的土地,都会抢夺他们的作物作为食物;如果没有发现任何作物,他们就会剥下树皮、采摘树叶并将其吞食,连同地上生长的草类,不论是栽培的还是野生的都同样对待,什么也不留下;他们因为饥饿而做出了这些事。
ἐπιλαβὼν δὲ λοιμός τε τὸν στρατὸν καὶ δυσεντερίη κατʼ ὁδὸν ἔφθειρε. τοὺς δὲ καὶ νοσέοντας αὐτῶν κατέλειπε, ἐπιτάσσων τῇσι πόλισι, ἵνα ἑκάστοτε γίνοιτο ἐλαύνων, μελεδαίνειν τε καὶ τρέφειν, ἐν Θεσσαλίῃ τε τινὰς καὶ ἐν Σίρι τῆς Παιονίης καὶ ἐν Μακεδονίῃ.
此外,瘟疫和痢疾在途中袭击了军队并将其摧毁。对于其中患病的人,薛西斯将他们留了下来,并命令他行军所至的各城市负责照料和抚养他们——有些留在色萨利,有些留在派奥尼亚的西里斯,有些留在马其顿。
ἔνθα καὶ τὸ ἱρὸν ἅρμα καταλιπὼν τοῦ Διός, ὅτε ἐπὶ τὴν Ἑλλάδα ἤλαυνε, ἀπιὼν οὐκ ἀπέλαβε, ἀλλὰ δόντες οἱ Παίονες τοῖσι Θρήιξι ἀπαιτέοντος Ξέρξεω ἔφασαν5 νεμομένας6 ἁρπασθῆναι ὑπὸ τῶν ἄνω Θρηίκων τῶν περὶ τὰς πηγὰς τοῦ Στρυμόνος οἰκημένων.
在那里,他曾于进军希腊时留下了宙斯的圣车,在退却时他未能将其收回;因为派奥尼亚人(实际上)已将它送给了色雷斯人,但在薛西斯要求归还时,他们却声称,那些马在放牧时被居住在斯特里蒙河源头附近的上色雷斯人强抢去了。
- 8.115.1ὃ μὲν
荷马式的指示代名词用法,指代前一章中提到的斯巴达传令官(κῆρυξ)。
- 8.115.1δεξάμενος τὸ ῥηθὲν
意为“接受了所说的话”。动词 δέχομαι 经常在宗教语境中使用,表示将对方的话作为神谕或吉兆“欣然接受”。
- 8.115.1ὡς εἰπεῖν
限制性不定式的绝对用法,意为“可以说”、“几乎”。它缓和了否定表达 οὐδὲν μέρος(没有任何部分),表示实际上接近全军覆没的状态。
- 8.115.2οἳ δὲ
虽然采用了关系代词的形式,但在这里起指示代词(“他们”)的作用,用作主句的主语,以应对前文的条件从句。
- 8.115.4δόντες ... ἔφασαν
分词 δόντες 带有让步语气,构成对比结构:“(实际上)虽然已经给出了,但他们却声称(……)”。
- 8.115.4νεμομένας
阴性复数宾格的现在分词。修饰在语境中被省略的“马匹”(ἵππους,阴性名词),表示它们当时正在放牧。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
