← 希罗多德

历史

§7.9B.1-7.9B.2

马尔多尼乌斯对希腊人交战方式的批评

马尔多尼乌斯批评希腊人愚蠢地在平原交战、两败俱伤的战争方式,并指出在他先前远征马其顿期间,希腊人甚至未曾动过与他交战的念头。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.9B.1

καίτοι γε ἐώθασι Ἕλληνες, ὡς πυνθάνομαι, ἀβουλότατα πολέμους ἵστασθαι ὑπό τε ἀγνωμοσύνης καὶ σκαιότητος. ἐπεὰν γὰρ ἀλλήλοισι πόλεμον προείπωσι, ἐξευρόντες τὸ κάλλιστον χωρίον καὶ λειότατον, ἐς τοῦτο κατιόντες μάχονται, ὥστε σὺν κακῷ μεγάλῳ οἱ νικῶντες ἀπαλλάσσονται· περὶ δὲ τῶν ἑσσουμένων οὐδὲ λέγω ἀρχήν·1 ἐξώλεες γὰρ δὴ γίνονται·

然而,据我所知,希腊人由于愚昧和笨拙,往往极其轻率地挑起战争。因为当他们向彼此宣战时,就会寻找一片最美丽、最平坦的土地,走到那里进行交战,以至于胜利者也是带着巨大的损失而离去;至于战败者,我根本无须提起,因为他们完全被毁灭了。

§7.9B.2

τοὺς χρῆν2 ἐόντας ὁμογλώσσους κήρυξί τε διαχρεωμένους καὶ ἀγγέλοισι καταλαμβάνειν τὰς διαφορὰς καὶ παντὶ μᾶλλον ἢ μάχῃσι· εἰ δὲ πάντως ἔδεε πολεμέειν πρὸς ἀλλήλους, ἐξευρίσκειν χρῆν τῇ ἑκάτεροι εἰσὶ δυσχειρωτότατοι3 καὶ ταύτῃ πειρᾶν. τρόπῳ τοίνυν οὐ χρηστῷ Ἕλληνες διαχρεώμενοι, ἐμέο ἐλάσαντος μέχρι Μακεδονίης γῆς, οὐκ ἦλθον ἐς τούτου λόγον ὥστε μάχεσθαι.4

他们本是使用同一种语言的人,应当通过派遣传令官和使者,用战争之外的一切手段来解决争端。但如果无论如何都必须相互交战,也应当找出双方最难攻克的地方,并在那里进行尝试。因此,由于希腊人采用了这种并不妥当的方式,当我进军到马其顿土地时,他们甚至没有产生与我交战的念头。

语法注4 条
  1. 7.9B.1ἀρχήν

    宾格的 ἀρχήν 与否定词 οὐδέ 连用,作副词表示“根本(不)”、“起初(不)”。此处意为“对于失败者,我根本无须提起”。

  2. 7.9B.2τοὺς χρῆν

    关系代词 τούς(指代希腊人)作为不定式 καταλαμβάνειν 的逻辑主语(宾格),受无人称动词过去时 χρῆν(应当)的支配。分词 ἐόντας 与 τούς 在格和数上保持一致。

  3. 7.9B.2τῇ ἑκάτεροι εἰσὶ δυσχειρωτότατοι

    关系副词 τῇ 意为“在何处”或“以何种方式”,引导间接疑问句。ἑκάτεροι 意为“双方中的每一方”,在此指交战的两国或两派。

  4. 7.9B.2ἐς τούτου λόγον ὥστε μάχεσθαι

    名词 λόγος 在此表示“考虑”、“打算”或“念头”,与指示代词属格 τούτου(此事,即战斗)连用,表示“对此事的考虑”。其后接 ὥστε 从句,表示“他们甚至没有达到要交战的考虑/念头”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.9B.1-7.9B.2