- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.55.1-7.55.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
波斯军队开始利用两座桥梁渡过赫勒斯滂海峡。各部队、圣车和薛西斯本人分两天渡海,与此同时船队也起航行进。
ὡς δὲ ταῦτά οἱ ἐπεποίητο,1 διέβαινον κατὰ μὲν τὴν ἑτέρην τῶν γεφυρέων τὴν πρὸς τοῦ Πόντου ὁ πεζός τε καὶ ἡ ἵππος ἅπασα, κατὰ δὲ τὴν πρὸς τὸ Αἰγαῖον τὰ ὑποζύγια καὶ ἡ θεραπηίη.
当这些事情为他准备就绪后,他们便开始渡海;步兵和全体骑兵从靠近蓬托斯的那座桥上通过,驮畜和随从们则从靠近爱琴海的那座桥上通过。
ἡγέοντο δὲ πρῶτα μὲν οἱ μύριοι Πέρσαι, ἐστεφανωμένοι πάντες, μετὰ δὲ τούτους ὁ σύμμικτος στρατὸς παντοίων ἐθνέων. ταύτην μὲν τὴν ἡμέρην οὗτοι,2 τῇ δὲ ὑστεραίῃ πρῶτοι μὲν οἵ τε ἱππόται καὶ οἱ τὰς λόγχας κάτω τρέποντες· ἐστεφάνωντο δὲ καὶ οὗτοι.
率先带路的是一万名波斯人,他们全都戴着花冠,随后是各民族组成的混合军队。这一天是这些人渡海,而在第二天,首先是骑兵和那些将长矛朝下倒持的人;他们也戴着花冠。
μετὰ δὲ οἵ τε ἵπποι οἱ ἱροὶ καὶ τὸ ἅρμα τὸ ἱρόν, ἐπὶ δὲ αὐτός τε Ξέρξης καὶ οἱ αἰχμοφόροι καὶ οἱ ἱππόται οἱ χίλιοι, ἐπὶ δὲ τούτοισι ὁ ἄλλος στρατός. καὶ αἱ νέες ἅμα ἀνήγοντο ἐς τὴν ἀπεναντίον. ἤδη δὲ ἤκουσα καὶ ὕστατον διαβῆναι βασιλέα3 πάντων.
随后是圣马和圣战车,接着是薛西斯本人、持矛侍卫以及一千名骑兵,在他们之后则是其余的军队。与此同时,船只也向对岸起航。然而,我已经听说过另一种说法,即国王是所有人中最后一个渡海的。
- 7.55.1ταῦτά οἱ ἐπεποίητο
中性复数主语 ταῦτα 搭配单数动词 ἐπεποίητο(ποιέω 的 过去完成时被动第三人称单数)。代名词 οἱ 起到施事者与格(dative of agent)的作用。
- 7.55.2ταύτην μὲν τὴν ἡμέρην οὗτοι
前文中的动词 διέβαινον(在渡海)被省略。通过表示对比的 μέν ... δέ 句式,结构为“在这一天这些人[渡过],而在第二天……”
- 7.55.3διαβῆναι βασιλέα
作为动词 ἤκουσα(我听说)宾语的“对格加不定式”结构(间接引语)。不定式的逻辑主语是宾格的 βασιλέα,并配有充当副词使用的形容词 ὕστατον(最后)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
