- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.3.1-7.3.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
被斯巴达驱逐的德玛拉托斯来到苏萨,建议薛西斯以“在父亲称王后出生”为由争取王位;大流士采纳此建议并立薛西斯为继承人,尽管作者指出即使无此建议,薛西斯也会因阿托莎的权势而继位。
Δαρείου δὲ οὐκ ἀποδεικνυμένου κω γνώμην, ἐτύγχανε κατὰ τὠυτὸ τούτοισι καὶ Δημάρητος ὁ Ἀρίστωνος ἀναβεβηκὼς1 ἐς Σοῦσα, ἐστερημένος τε τῆς ἐν Σπάρτῃ βασιληίης καὶ φυγὴν ἐπιβαλὼν ἑωυτῷ ἐκ Λακεδαίμονος.
在大流士尚未宣布他的决定时,正值此时,阿里斯顿之子德玛拉托斯也来到了苏萨。他已被剥夺了在斯巴达的王位,并从拉刻代蒙自我流放。
οὗτος ὡνὴρ πυθόμενος τῶν Δαρείου παίδων τὴν διαφορήν, ἐλθών, ὡς ἡ φάτις μιν ἔχει, Ξέρξῃ συνεβούλευε λέγειν πρὸς τοῖσι ἔλεγε ἔπεσι, ὡς αὐτὸς μὲν γένοιτο Δαρείῳ ἤδη βασιλεύοντι καὶ ἔχοντι τὸ Περσέων κράτος, Ἀρτοβαζάνης δὲ2 ἔτι ἰδιώτῃ ἐόντι Δαρείῳ·
这个人在得知大流士诸子的争执后,便走前来,正如传闻所言,他建议薛西斯在已有的说辞之外再加上一条:薛西斯自己是在大流士已经称王并掌握波斯权力时出生的,而阿尔托巴扎涅斯则是在大流士仍为平民时出生的。
οὔκων οὔτε οἰκὸς εἴη οὔτε δίκαιον ἄλλον τινὰ τὸ γέρας ἔχειν πρὸ ἑωυτοῦ· ἐπεί γε καὶ ἐν Σπάρτῃ ἔφη ὁ Δημάρητος ὑποτιθέμενος οὕτω νομίζεσθαι, ἢν οἳ μὲν προγεγονότες ἔωσι πρὶν ἢ τὸν πατέρα σφέων βασιλεῦσαι, ὁ δὲ βασιλεύοντι ὀψίγονος ἐπιγένηται, τοῦ ἐπιγενομένου τὴν ἔκδεξιν τῆς βασιληίης γίνεσθαι.3
因此,由其他人而非自己获得这一特权,既不合理也不公正。因为德玛拉托斯在提出这一建议时还说,在斯巴达也有这样的惯例:如果长子们是在父亲称王前出生的,而幼子是在父亲称王后出生的,那么王位的继承权应属于后者。
χρησαμένου δὲ Ξέρξεω τῇ Δημαρήτου ὑποθήκῃ, γνοὺς ὁ Δαρεῖος ὡς λέγοι δίκαια βασιλέα μιν ἀπέδεξε. δοκέειν δέ μοι, καὶ ἄνευ ταύτης τῆς ὑποθήκης βασιλεῦσαι ἂν4 Ξέρξης· ἡ γὰρ Ἄτοσσα εἶχε τὸ πᾶν κράτος.
薛西斯采纳了德玛拉托斯的建议,大流士认为他的话合情合理,便立他为王。不过在我看来,即使没有这个建议,薛西斯也会成为国王,因为阿托莎掌握着全部的权力。
- 7.3.1ἐτύγχανε ... ἀναβεβηκώς
动词 τυγχάνω 连用分词 ἀναβεβηκώς 表示动作的巧合,意为“碰巧在同一时间已经来到”。
- 7.3.2ὡς αὐτὸς μὲν γένοιτο ... Ἀρτοβαζάνης δὲ
在由 ὡς 引导的间接引语从句中使用了斜格祈愿式(γένοιτο)。主格的 αὐτός 指代接受建议的薛西斯本人,因其是间接引语的叙述主体而用主格。在后半句 Ἀρτοβαζάνης δὲ 之后省略了 γένοιτο。
- 7.3.3τοῦ ἐπιγενομένου τὴν ἔκδεξιν τῆς βασιληίης γίνεσθαι
间接引语归结句中的不定式结构。名词短语 τὴν ἔκδεξιν(继承)是不定式 γίνεσθαι 的逻辑主语,属格 τοῦ ἐπιγενομένου(后生者)表示占有或归属,意为“王位继承应属于后生者”。
- 7.3.4βασιλεῦσαι ἂν
不定式加 ἄν(βασιλεῦσαι ἂν)代表与过去事实相反的虚拟语气(若在独立主句中则为直陈式过去时 ἐβασίλευσε ἄν),在此处隶属于表示作者看法的绝对不定式短语 δοκέειν δέ μοι(在我看来)。
