- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.228.1-7.228.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
本节介绍了在温泉关为阵亡士兵设立的三首著名铭文(全体士兵、斯巴达人以及先知梅吉斯提亚斯),并说明了这些碑铭与石柱的设立者。
θαφθεῖσι δέ σφι αὐτοῦ ταύτῃ τῇ περ ἔπεσον, καὶ τοῖσι πρότερον τελευτήσασι ἢ ὑπὸ Λεωνίδεω ἀποπεμφθέντας οἴχεσθαι,1 ἐπιγέγραπται γράμματα λέγοντα τάδε. "μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο ἐκ Πελοποννάσου χιλιάδες τέτορες."
在他们牺牲的当地安葬的人,以及在被列奥尼达遣返者离去之前就战死的人,为他们刻有如下内容的铭文: “来自伯罗奔尼撒的四千勇士,曾在此地 与三百万敌军交战。”
ταῦτα μὲν δὴ τοῖσι πᾶσι ἐπιγέγραπται, τοῖσι δὲ Σπαρτιήτῃσι ἰδίῃ. "ὦ ξεῖνʼ, ἀγγέλλειν2 Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι."
这确实是为所有人刻写的,而为斯巴达人则单独刻写了以下内容: “过路的客人啊,请去告诉拉栖代梦人, 我们顺从他们的嘱托,长眠于此。”
Λακεδαιμονίοισι μὲν δὴ τοῦτο, τῷ δὲ μάντι τόδε. "μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι, μάντιος,3 ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδώς οὐκ ἔτλη Σπάρτης ἡγεμόνα προλιπεῖν."
为拉栖代梦人的确实是这一首,而为先知则是这一首: “这是著名的先知梅吉斯提亚斯之墓,波斯人 越过斯佩耳刻俄斯河时将他杀害; 他当时虽已清楚知道即将来临的死神, 却不忍舍弃斯巴达的统帅离去。”
ἐπιγράμμασι μέν νυν καὶ στήλῃσι, ἔξω ἢ4 τὸ τοῦ μάντιος ἐπίγραμμα, Ἀμφικτύονες εἰσὶ σφέας οἱ ἐπικοσμήσαντες· τὸ δὲ τοῦ μάντιος Μεγιστίεω Σιμωνίδης ὁ Λεωπρέπεος ἐστὶ κατὰ ξεινίην ὁ ἐπιγράψας.
除了先知的铭文之外,用这些铭文和石柱来表彰他们的是大安菲克提翁同盟;而先知梅吉斯提亚斯的铭文,则是列奥普勒佩斯之子西摩尼得斯出于宾客之谊亲自刻写的。
- 7.228.1ἢ ὑπὸ Λεωνίδεω ἀποπεμφθέντας οἴχεσθαι
由比较级 πρότερον 引导的 ἤ(在……之前)之后的“对格加不定式”结构。对格 ἀποπεμφθέντας 作为不定式 οἴχεσθαι(离去)的逻辑主语,意为“在被列奥尼达遣返的人离去之前”。
- 7.228.2ἀγγέλλειν
具有命令语气的不定式(命令不定式),直接向旅人(ὦ ξεῖνʼ)发出指令,意为“去告诉”。
- 7.228.3μάντιος
与两行前的 κλεινοῖο Μεγιστία(著名的梅吉斯提亚斯[属格])同格的属格。在诗歌结构中,它被夹在关于被波斯人杀害的叙述之后,用以强调梅吉斯提亚斯作为先知的身份。
- 7.228.4ἔξω ἢ
表示排除的介词性表达(“除了……之外”),后接 τό(对格),将先知的铭文指定为唯一的例外。
