← 希罗多德

历史

§7.225.1-7.225.3

山丘上的最后抵抗与希腊军的覆没

在围绕列奥尼达遗体展开激烈争夺后,希腊人退守到山丘上,甚至用双手和牙齿进行最后的抵抗,最终被合围的波斯人投掷武器全歼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.225.1

Ξέρξεώ τε δὴ δύο ἀδελφεοὶ ἐνθαῦτα πίπτουσι μαχόμενοι, καὶ ὑπὲρ τοῦ νεκροῦ τοῦ Λεωνίδεω Περσέων τε καὶ Λακεδαιμονίων ὠθισμὸς ἐγίνετο πολλός, ἐς ὃ τοῦτόν τε ἀρετῇ οἱ Ἕλληνες ὑπεξείρυσαν καὶ ἐτρέψαντο τοὺς ἐναντίους τετράκις. τοῦτο δὲ συνεστήκεε μέχρι οὗ οἱ σὺν Ἐπιάλτῃ παρεγένοντο.

正是在这里,薛西斯的两个兄弟在战斗中倒下了。为了争夺列奥尼达的遗体,波斯人与拉栖代梦人之间展开了激烈的厮杀,直到希腊人凭借勇武将遗体抢回,并四次击退了对手。这场激战一直持续到艾菲亚特斯一行人赶到。

§7.225.2

ὡς δὲ τούτους ἥκειν ἐπύθοντο1 οἱ Ἕλληνες, ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ νεῖκος· ἔς τε γὰρ τὸ στεινὸν τῆς ὁδοῦ ἀνεχώρεον ὀπίσω, καὶ παραμειψάμενοι τὸ τεῖχος ἐλθόντες ἵζοντο ἐπὶ τὸν κολωνὸν πάντες ἁλέες οἱ ἄλλοι πλὴν Θηβαίων. ὁ δὲ κολωνὸς ἐστὶ ἐν τῇ ἐσόδῳ, ὅκου νῦν ὁ λίθινος λέων ἕστηκε ἐπὶ Λεωνίδῃ.

当希腊人得知这些人已经到来时,从那时起战局便发生了改变;因为他们退回到道路狭窄的地方,越过城墙,除底比斯人外,其余所有人结成一团,退守在山丘上。这座山丘就在入口处,如今那里正立着一尊为了纪念列奥尼达而设的石狮。

§7.225.3

ἐν τούτῳ σφέας τῷ χώρῳ ἀλεξομένους μαχαίρῃσι, τοῖσι2 αὐτῶν ἐτύγχανον ἔτι περιεοῦσαι, καὶ χερσὶ καὶ στόμασι κατέχωσαν3 οἱ βάρβαροι βάλλοντες, οἳ μὲν ἐξ ἐναντίης ἐπισπόμενοι καὶ τὸ ἔρυμα τοῦ τείχεος συγχώσαντες, οἳ δὲ περιελθόντες πάντοθεν περισταδόν.

在这个地方,希腊人仍用尚存的短剑,甚至用双手和牙齿进行防卫,而蛮族人则从四面八方投掷武器将他们掩埋。一部分人从正面追击并拆毁了城墙防线,另一部分人则从四周合围,将他们重重包围。

语法注3 条
  1. 7.225.2ὡς δὲ τούτους ἥκειν ἐπύθοντο

    动词 ἐπύθοντο(得知)后接“宾格加不定式”结构(τούτους ἥκειν,“这些人已经到来”)。连词 ὡς 表示时间,意为“当……时”。

  2. 7.225.3τοῖσι

    爱奥尼亚方言中的关系代词,与先行词 μαχαίρῃσι(阴性复数与格)一致。其后的 αὐτῶν 作部分属格,表示“在他们的(短剑)之中”。

  3. 7.225.3κατέχωσαν

    动词 καταχώννυμι(掩埋、覆没)的不定过去时。此处生动地描绘了希腊士兵字面意义上被波斯人投掷的大量武器(βάλλοντες)所“埋葬”并全军覆没的惨烈景象。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.225.1-7.225.3