- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.209.1-7.209.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
薛西斯无法理解斯巴达人的行动意图,便召来德玛拉托斯进行询问。德玛拉托斯向国王警告斯巴达人决死拼搏的决心及其无可匹敌的强大。
ἀκούων δὲ Ξέρξης οὐκ εἶχε συμβαλέσθαι1 τὸ ἐόν, ὅτι παρασκευάζοιντο ὡς ἀπολεόμενοί τε καὶ ἀπολέοντες2 κατὰ δύναμιν· ἀλλʼ αὐτῷ γελοῖα γὰρ ἐφαίνοντο ποιέειν, μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος ἐόντα ἐν τῷ στρατοπέδῳ·
薛西斯听了这话,无法理解事实的真相,即他们正竭尽全力,准备赴死并杀敌;相反,因为他们的所作所为在他看来十分荒谬,他便派人去召在营地里的阿里斯同之子德玛拉托斯。
ἀπικόμενον δέ μιν εἰρώτα Ξέρξης ἕκαστα τούτων, ἐθέλων μαθεῖν τὸ ποιεύμενον πρὸς τῶν Λακεδαιμονίων. ὁ δὲ εἶπε Ἤκουσας μὲν καὶ πρότερόν μευ, εὖτε ὁρμῶμεν ἐπὶ τὴν Ἑλλάδα, περὶ τῶν ἀνδρῶν τούτων, ἀκούσας δὲ γέλωτά με ἔθευ3 λέγοντα τῇ περ ὥρων ἐκβησόμενα πρήγματα ταῦτα· ἐμοὶ γὰρ τὴν ἀληθείην ἀσκέειν ἀντία σεῦ βασιλεῦ ἀγὼν μέγιστος ἐστί.
当德玛拉托斯到来时,薛西斯向他询问这其中的每一件事,希望了解拉刻代蒙人此举的意图。德玛拉托斯说: “国王啊,以前当我们向希腊进军时,您就曾听我谈起过这些人,但您听了之后,却在我诉说这些事情将如何发展时,把我当成了笑柄。因为对我来说,国王啊,在您面前坚守真理是极大的挑战。
ἄκουσον δὲ καὶ νῦν· οἱ ἄνδρες οὗτοι ἀπίκαται μαχησόμενοι ἡμῖν περὶ τῆς ἐσόδου, καὶ ταῦτα παρασκευάζονται. νόμος γάρ σφι ἔχων οὕτω ἐστί· ἐπεὰν μέλλωσι κινδυνεύειν τῇ ψυχῇ, τότε τὰς κεφαλὰς κοσμέονται.
现在也请听我说:这些人已经到来,为了争夺通道而要与我们交战,他们正是为此作准备。因为他们有这样的习俗:每当他们要冒生命危险时,那时他们就会整理头发。
ἐπίστασο δέ, εἰ τούτους γε καὶ τὸ ὑπομένον ἐν Σπάρτῃ καταστρέψεαι, ἔστι οὐδὲν ἄλλο ἔθνος ἀνθρώπων τὸ σὲ βασιλεῦ ὑπομενέει χεῖρας ἀνταειρόμενον· νῦν γὰρ πρὸς βασιληίην τε καὶ καλλίστην πόλιν τῶν ἐν Ἕλλησι προσφέρεαι καὶ ἄνδρας ἀρίστους.
请您确知,如果您征服了这些人以及留在斯巴达的人,国王啊,就再没有别的人类民族会向您举手反抗并坚守下去了;因为现在您正面对着希腊人中最优秀的王国和城市,以及最出色的男子。”
κάρτα τε δὴ Ξέρξῃ ἄπιστα ἐφαίνετο τὰ λεγόμενα εἶναι, καὶ δεύτερα ἐπειρώτα ὅντινα τρόπον τοσοῦτοι ἐόντες τῇ ἑωυτοῦ στρατιῇ μαχήσονται. ὁ δὲ εἶπε ὦ βασιλεῦ, ἐμοὶ χρᾶσθαι4 ὡς ἀνδρὶ ψεύστῃ, ἢν μὴ ταῦτά τοι ταύτῃ ἐκβῇ τῇ ἐγὼ λέγω.
薛西斯觉得所说的话极不可信,于是第二次询问,这些人人数如此之少,将如何与自己的军队作战。德玛拉托斯说: “国王啊,如果这些事没有像我所说的那样在您身上发生,您就把我当作一个骗子来对待好了。”
- 7.209.1οὐκ εἶχε συμβαλέσθαι
动词 ἔχω 后接不定式,表示能力(“不能”、“无法”)。这里的 συμβαλέσθαι 意为“推测”或“理解”。
- 7.209.1ὡς ἀπολεόμενοί τε καὶ ἀπολέοντες
带连词 ὡς 的将来时分词表示主语的意图或决心。ἀπολεόμενοι(爱奥尼亚方言,等同于雅典方言的 ἀπολούμενοι)为中被动态,意为“赴死、灭亡”;ἀπολέοντες(等同于雅典方言的 ἀπολοῦντες)为活动态,意为“杀敌、毁灭”,两者在此形成对比。
- 7.209.2γέλωτά με ἔθευ
ἔθευ 是 τίθημι 的第二人称单数不定过去时中动直说(雅典方言作 ἔθου)的爱奥尼亚方言形式。γέλωτά με τίθεμαι 构成了“把我当成笑柄”的惯用表达。
- 7.209.5ἐμοὶ χρᾶσθαι
不定式独立使用以表示命令或愿望的用法(祈使代用不定式)。带有表示强烈自信的自我指涉语气(“把我当作……对待好了”)。
