← 希罗多德

历史

§7.189.1-7.189.3

雅典人向北风神玻瑞阿斯祈祷并为其建立圣所

本节叙述了雅典人如何根据神谕和神话渊源,将北风神玻瑞阿斯奉为“女婿”并向其祈祷,以及在风暴过后为其建立圣所的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.189.1

λέγεται δὲ λόγος ὡς Ἀθηναῖοι τὸν Βορέην ἐκ θεοπροπίου ἐπεκαλέσαντο, ἐλθόντος σφι ἄλλου χρηστηρίου τὸν γαμβρὸν ἐπίκουρον καλέσασθαι.1 Βορέης δὲ κατὰ τὸν Ἑλλήνων λόγον ἔχει γυναῖκα Ἀττικήν, Ὠρειθυίην τὴν Ἐρεχθέος.

有这样一种传说,雅典人曾根据神谕请求北风神玻瑞阿斯援助,因为他们得到了另一条神谕,让他们“召请女婿做盟友”。而根据希腊人的传说,玻瑞阿斯娶了阿提卡的女子,即埃里克修斯的女儿俄瑞堤亚为妻。

§7.189.2

κατὰ δὴ τὸ κῆδος τοῦτο οἱ Ἀθηναῖοι, ὡς φάτις ὅρμηται, συμβαλλόμενοι σφίσι τὸν Βορέην γαμβρὸν εἶναι,2 ναυλοχέοντες τῆς Εὐβοίης ἐν Χαλκίδι ὡς ἔμαθον αὐξόμενον τὸν χειμῶνα ἢ καὶ πρὸ τούτου, ἐθύοντό τε καὶ ἐπεκαλέοντο τόν τε Βορέην καὶ τὴν Ὠρειθυίην τιμωρῆσαι σφίσι καὶ διαφθεῖραι τῶν βαρβάρων τὰς νέας, ὡς καὶ πρότερον περὶ Ἄθων.

正是由于这层姻亲关系,雅典人正如传闻所说的那样,推断玻瑞阿斯是他们的女婿,当他们在尤波亚的卡尔基斯下锚严阵以待,一发觉风暴增强时,或者甚至在此之前,便献祭并祈求玻瑞阿斯和俄瑞堤亚援助他们,并摧毁蛮族的船只,就像之前在阿索斯山周围发生的那样。

§7.189.3

εἰ μέν νυν διὰ ταῦτα τοῖσι βαρβάροισι ὁρμέουσι Βορέης ἐπέπεσε, οὐκ ἔχω εἰπεῖν·3 οἱ δʼ ὦν Ἀθηναῖοι σφίσι λέγουσι βοηθήσαντα τὸν Βορέην πρότερον καὶ τότε ἐκεῖνα κατεργάσασθαι, καὶ ἱρὸν ἀπελθόντες Βορέω ἱδρύσαντο παρὰ ποταμὸν Ἰλισσόν.

至于是否确实因为这些缘故,玻瑞阿斯才袭击了下锚停泊的蛮族,我无法断言;但雅典人自己则声称,玻瑞阿斯以前曾援助过他们,当时也达成了那些战果,他们回去后,便在伊利索斯河畔为玻瑞阿斯建立了一座圣所。

语法注3 条
  1. 7.189.1ἐλθόντος σφι ἄλλου χρηστηρίου τὸν γαμβρὸν ἐπίκουρον καλέσασθαι

    ἐλθόντος ... χρηστηρίου 是属格独立结构,表示原因。καλέσασθαι 是表示命令的不定式,用以说明神谕的内容。

  2. 7.189.2συμβαλλόμενοι σφίσι τὸν Βορέην γαμβρὸν εἶναι

    συμβαλλόμενοι(意为“推测”、“断定”)后接宾格与不定式结构 τὸν Βορέην γαμβρὸν εἶναι。与格的 σφίσι 是反身代词,指代主句的主语(雅典人自己)。

  3. 7.189.3οὐκ ἔχω εἰπεῖν

    动词 ἔχω 后接不定式是表示“能够”(相当于 δύναμαι)的惯用表达。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.189.1-7.189.3