- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.135.1-7.135.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-05
在前往苏萨的途中,斯巴达使者斯佩尔提亚斯和布里斯会见了波斯将领许达尔内斯,后者劝他们归顺国王以统治希腊,但他们作为深知自由价值的人,断然拒绝了这一建议。
αὕτη τε ἡ τόλμα τούτων τῶν ἀνδρῶν θώματος ἀξίη1 καὶ τάδε πρὸς τούτοισι τὰ ἔπεα. πορευόμενοι γὰρ ἐς Σοῦσα ἀπικνέονται παρὰ Ὑδάρνεα· ὁ δὲ Ὑδάρνης ἦν μὲν γένος Πέρσης, στρατηγὸς δὲ τῶν παραθαλασσίων ἀνθρώπων τῶν ἐν τῇ Ἀσίῃ· ὅς2 σφεας ξείνια προθέμενος ἱστία, ξεινίζων δὲ εἴρετο τάδε.
这些人的这一大胆举动值得赞叹,此外,他们的以下言论也是如此。因为他们在前往苏萨的途中,来到了许达尔内斯这里。这位许达尔内斯按出身是波斯人,是亚洲沿海地区人民的统帅;他设宴款待他们,并在款待时这样问道:
ἄνδρες Λακεδαιμόνιοι, τί δὴ φεύγετε βασιλέι φίλοι γενέσθαι; ὁρᾶτε γὰρ ὡς ἐπίσταται βασιλεὺς ἄνδρας ἀγαθοὺς τιμᾶν, ἐς ἐμέ τε καὶ τὰ ἐμὰ πρήγματα ἀποβλέποντες. οὕτω δὲ καὶ ὑμεῖς εἰ δοίητε ὑμέας αὐτοὺς βασιλέι, δεδόξωσθε3 γὰρ πρὸς αὐτοῦ ἄνδρες εἶναι ἀγαθοί, ἕκαστος ἂν ὑμέων ἄρχοι γῆς Ἑλλάδος δόντος βασιλέος.
“拉栖代梦的人们,你们为什么不愿成为国王的朋友呢?通过看着我和我的境遇,你们就能看到国王是多么懂得器重优秀的男子。因此,如果你们也将自己奉献给国王,既然你们已被他视为优秀的男子,那么只要国王赐予,你们每一个人都将统治希腊的一块土地。”
πρὸς ταῦτα ὑπεκρίναντο τάδε. Ὕδαρνες, οὐκ ἐξ ἴσου γίνεται ἡ συμβουλίη ἡ ἐς ἡμέας τείνουσα. τοῦ μὲν γὰρ πεπειρημένος συμβουλεύεις, τοῦ δὲ4 ἄπειρος ἐών· τὸ μὲν γὰρ δοῦλος εἶναι ἐξεπίστεαι, ἐλευθερίης δὲ οὔκω ἐπειρήθης, οὔτʼ εἰ ἔστι γλυκὺ οὔτʼ εἰ μή. εἰ γὰρ αὐτῆς πειρήσαιο, οὐκ ἂν δόρασι συμβουλεύοις ἡμῖν περὶ αὐτῆς μάχεσθαι, ἀλλὰ καὶ πελέκεσι.
对此,他们回答道: “许达尔内斯,你对我们提出的建议并不是建立在同等基础上的。因为你提出建议时,是体验过其中一方,而对另一方毫无经验的:你深知做奴隶是怎么回事,却还从未体验过自由,无论它是甘美的还是不甘美的。因为如果你体验过自由,你就不会仅仅建议我们用长枪,而是会建议我们甚至用战斧为之战斗了。”
- 7.135.1θώματος ἀξίη
形容词 ἀξίη(雅典方言的 ἀξία)与主语 ἡ τόλμα(阴性单数)一致,但也作为由 καὶ 连接的后半部分主语 τάδε ... τὰ ἔπεα(中性复数)的共同谓语,在数和性上隐性地做出了适应(即 ἄξια)。
- 7.135.1ὅς
关系代词 ὅς 在句首作连接代词使用(相当于指示代词 ὁ δέ,“而他”)。随后的动词 ἱστία 是 ἑστιάω(款待)的爱奥尼亚方言形式 ἱστιάω 的未完成过去时第三人称单数(收缩形)。
- 7.135.2δεδόξωσθε
动词 δοκέω 的第二人称复数完成被动时(或将来完成被动时)。此处作为插入句 δεδόξωσθε γάρ(因为你们已被[或将被]视为……),夹在条件从句 εἰ δοίητε 和主句 ἕκαστος ἂν ... ἄρχοι 之间,表明波斯国王已经对斯巴达人高度评价的前提。
- 7.135.3τοῦ μὲν ... τοῦ δὲ
中性单数指示代词的属格。由于动词 πειράομαι(经历、尝试)和形容词 ἄπειρος(无经验的)都支配属格,因此它们均采用属格形式。在此语境中,τοῦ μὲν 指“奴隶的生活”,τοῦ δὲ 指“自由的生活”。
