- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.130.1-7.130.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-05
薛西斯确认佩涅奥斯河别无其他出海口后,认为帖撒利人是因为深知地势易受水攻的弱点才尽早投降的,称其聪明,随后乘船返回德尔梅。
οἱ δὲ κατηγεόμενοι, εἰρομένου Ξέρξεω εἰ ἔστι ἄλλη ἔξοδος ἐς θάλασσαν τῷ Πηνειῷ, ἐξεπιστάμενοι ἀτρεκέως εἶπον βασιλεῦ, ποταμῷ τούτῳ οὐκ ἔστι ἄλλη ἐξήλυσις ἐς θάλασσαν κατήκουσα, ἀλλʼ ἥδε αὐτή· ὄρεσι γὰρ περιεστεφάνωται πᾶσα Θεσσαλίη. Ξέρξην δὲ λέγεται εἰπεῖν πρὸς ταῦτα σοφοὶ ἄνδρες εἰσὶ Θεσσαλοί.
向导们在薛西斯询问佩涅奥斯河是否有其他通往大海的出口时,由于对实情了如指掌,便回答说:“大王,这条河没有其他通往大海的出口,唯独只有这一处;因为整个帖撒利都被群山环绕。”据说薛西斯对此回应道:“帖撒利人真是聪明人。
ταῦτʼ ἄρα πρὸ πολλοῦ ἐφυλάξαντο γνωσιμαχέοντες1 καὶ τἆλλα καὶ ὅτι χώρην ἄρα εἶχον εὐαίρετόν τε καὶ ταχυάλωτον. τὸν γὰρ ποταμὸν πρῆγμα ἂν ἦν μοῦνον ἐπεῖναι2 σφέων ἐπὶ τὴν χώρην, χώματι ἐκ τοῦ αὐλῶνος ἐκβιβάσαντα καὶ παρατρέψαντα διʼ ὧν νῦν ῥέει ῥεέθρων, ὥστε Θεσσαλίην πᾶσαν ἔξω τῶν ὀρέων ὑπόβρυχα γενέσθαι.
正因如此,他们早就作好了防备,认清了自己的局限,不仅在其他事上,而且因为他们知道自己拥有一片易攻易陷的土地。因为只要将河流引向他们的土地就足够了,只需在峡谷中修筑堤坝将河水拦截并使之改道,不再流经现在的河道,这样一来,除了山地之外,整个帖撒利都会被淹没。”
ταῦτα δὲ ἔχοντα3 ἔλεγε ἐς τοὺς Ἀλεύεω παῖδας, ὅτι πρῶτοι Ἑλλήνων ἐόντες Θεσσαλοὶ ἔδοσαν ἑωυτοὺς βασιλέι, δοκέων ὁ Ξέρξης ἀπὸ παντός σφεας τοῦ ἔθνεος ἐπαγγέλλεσθαι φιλίην. εἴπας δὲ ταῦτα καὶ θεησάμενος ἀπέπλεε ἐς τὴν Θέρμην.
他之所以说这番话,是针对阿勒乌阿斯的儿子们而言的,因为作为帖撒利人,他们是希腊人中最先向国王投降的;薛西斯以为他们是代表整个部族来表示友好的。说完这些话并结束视察后,他便乘船返回了德尔梅。
- 7.130.2γνωσιμαχέοντες
意为“改变主意”或“认清自己的软弱/局限”。这里薛西斯讽刺地称赞帖撒利人懂得审时度势、因知晓地势弱点而提早投降的“聪明”。
- 7.130.2ἐπεῖναι
复合动词 ἐφίημι(放任、引入)在爱奥尼亚方言中的不定过去时主动不定式(ἐπί + εἷναι)。它作为主语不定式与系表结构(πρῆγμα ἂν ἦν)搭配,意思是“将(河水)引向他们的土地”。
- 7.130.3ταῦτα δὲ ἔχοντα
现在分词 ἔχοντα 在此作为中性复数宾格,作副词性使用,意为“关联于、关于”,修饰接下来的介词短语 ἐς τοὺς Ἀλεύεω παῖδας。
