← 希罗多德

历史

§7.119.1-7.119.4

款待波斯军的苛重筹备与器物遭洗劫

记述了各城市为了款待波斯军队而不得不提前数月准备粮食、肥育牲畜家禽并打造金银器皿的沉重负担,以及波斯军队在离去时将营帐和所有器物搜刮一空的霸道行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.119.1

ὣς δὲ παραπλησίως καὶ ἐν τῇσι ἄλλῃσι πόλισι οἱ ἐπεστεῶτες ἀπεδείκνυσαν τὸν λόγον. τὸ γὰρ δεῖπνον τοιόνδε τι ἐγίνετο, οἷα ἐκ πολλοῦ χρόνου προειρημένον1 καὶ περὶ πολλοῦ ποιευμένων·2

同样,在其他城市里负责人们也呈报了账目。因为膳食的准备情况大致如下,这是因为很久以前就已提前通知,且他们对此极为重视:

§7.119.2

τοῦτο μέν, ὡς ἐπύθοντο τάχιστα τῶν κηρύκων τῶν περιαγγελλόντων, δασάμενοι σῖτον ἐν τῇσι πόλισι οἱ ἀστοὶ ἄλευρά τε καὶ ἄλφιτα ἐποίευν πάντες ἐπὶ μῆνας συχνούς· τοῦτο δὲ3 κτήνεα ἐσίτευον ἐξευρίσκοντες τιμῆς τὰ κάλλιστα, ἔτρεφόν τε ὄρνιθας χερσαίους καὶ λιμναίους ἔν τε οἰκήμασι καὶ λάκκοισι, ἐς ὑποδοχὰς τοῦ στρατοῦ· τοῦτο δὲ χρύσεά τε καὶ ἀργύρεα ποτήριά τε καὶ κρητῆρας ἐποιεῦντο καὶ τἆλλα ὅσα ἐπὶ τράπεζαν τιθέαται πάντα.

首先,一从四处宣告的使者那里得知消息,城里的公民们就分配了谷物,所有人都在好几个月里制作小麦粉和大麦粉;其次,他们不惜金钱搜罗并肥育最壮美的家畜,并在屋舍和池塘中饲养陆鸟和水鸟,以备款待军队之用;再次,他们制作了金银酒杯和混酒缸,以及摆上餐桌所需的一切其他器皿。

§7.119.3

ταῦτα μὲν αὐτῷ τε βασιλέι καὶ τοῖσι ὁμοσίτοισι μετʼ ἐκείνου ἐπεποίητο, τῇ δὲ ἄλλῃ στρατιῇ τὰ ἐς φορβὴν μοῦνα τασσόμενα. ὅκως δὲ ἀπίκοιτο ἡ στρατιή, σκηνὴ μὲν ἔσκε πεπηγυῖα ἑτοίμη ἐς τὴν αὐτὸς σταθμὸν ποιεέσκετο Ξέρξης, ἡ δὲ ἄλλη στρατιὴ ἔσκε ὑπαίθριος.

这些东西确实是为国王本人和与他同席共餐的人准备的,而对于其余的军队,则仅分派了作为伙食所需的简单口粮。每当军队抵达时,便有一顶搭好且准备就绪的帐篷供薛西斯本人驻宿,而其余的军队则在露天安营。

§7.119.4

ὡς δὲ δείπνου ἐγίνετο ὥρη, οἱ μὲν δεκόμενοι ἔχεσκον πόνον, οἳ δὲ ὅκως πλησθέντες νύκτα αὐτοῦ ἀγάγοιεν, τῇ ὑστεραίῃ τήν τε σκηνὴν ἀνασπάσαντες καὶ τὰ ἔπιπλα πάντα λαβόντες οὕτω ἀπελαύνεσκον, λείποντες οὐδὲν ἀλλὰ φερόμενοι.4

及至用膳时刻,接待的主人们便承受着劳役之苦;而客人们在饱食并在此度过夜晚后,次日便拔起帐篷,带走所有的器物,就这样开拔离去,什么也不留下,而是搜刮一空。

语法注4 条
  1. 7.119.1οἷα ἐκ πολλοῦ χρόνου προειρημένον

    质词 οἷα 与分词连用表示客观原因。这里的 προειρημένον 是一个无人称的对格绝对分词结构,意为“因为早已提前通知”。

  2. 7.119.1περὶ πολλοῦ ποιευμένων

    这是一个省略了主语(即东道主或公民们)的属格绝对结构。中动分词 ποιευμένων(伊奥尼亚方言,等同于雅典方言的 ποιουμένων)与介词短语构成惯用语 περὶ πολλοῦ ποιεῖσθαι,意为“极度重视”。

  3. 7.119.2τοῦτο μὲν... τοῦτο δέ

    关联使用的代词对格 τοῦτο μέν... τοῦτο δέ... 起副词作用,意为“第一,……;第二,……;第三,……”,用以有条理地罗列准备工作的各个步骤。

  4. 7.119.4λείποντες οὐδὲν ἀλλὰ φερόμενοι

    与主动分词 λείποντες(“留下”)相对照,分词 φερόμενοι 处于中动语态(“为自己带走”或“掠夺”),强调了波斯士兵们为了自身利益将所有器皿洗劫一空的贪婪行径。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.119.1-7.119.4