- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.98.1-6.98.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
达提斯启航前往埃雷特里亚,随后提洛岛发生了史无前例的地震。这被视为神明对大流士、薛西斯和阿尔塔薛西斯三代统治期间希腊即将遭受巨大灾难的预兆。
Δᾶτις μὲν δὴ ταῦτα ποιήσας ἔπλεε ἅμα τῷ στρατῷ ἐπὶ τὴν Ἐρέτριαν πρῶτα, ἅμα ἀγόμενος καὶ Ἴωνας καὶ Αἰολέας. μετὰ δὲ τοῦτον ἐνθεῦτεν ἐξαναχθέντα1 Δῆλος ἐκινήθη, ὡς ἔλεγον Δήλιοι, καὶ πρῶτα καὶ ὕστατα μέχρι ἐμεῦ σεισθεῖσα. καὶ τοῦτο μέν κου τέρας ἀνθρώποισι τῶν μελλόντων ἔσεσθαι κακῶν ἔφαινε ὁ θεός.
达提斯做完这些事后,率领军队首先向埃雷特里亚航行,同时也带走了爱奥尼亚人和埃奥利斯人。在他离开那里之后,提洛岛发生了震动——正如提洛人所说——直到我的时代,这是它第一次也是最后一次发生震动。神以此向人们昭示了即将降临的灾难的前兆。
ἐπὶ γὰρ Δαρείου τοῦ Ὑστάσπεος καὶ Ξέρξεω τοῦ Δαρείου καὶ Ἀρτοξέρξεω τοῦ Ξέρξεω, τριῶν τουτέων ἐπεξῆς γενεέων, ἐγένετο πλέω κακὰ τῇ Ἑλλάδι ἢ ἐπὶ εἴκοσι ἄλλας γενεὰς τὰς πρὸ Δαρείου γενομένας, τὰ μὲν ἀπὸ τῶν Περσέων αὐτῇ2 γενόμενα, τὰ δὲ ἀπʼ αὐτῶν τῶν κορυφαίων περὶ τῆς ἀρχῆς πολεμεόντων.
因为在希斯塔斯佩斯之子大流士、大流士之子薛西斯、以及薛西斯之子阿尔塔薛西斯这连续的三代人中,希腊所遭受的灾难,比大流士之前的二十代人所遭受的还要多。这些灾难有的是波斯人带给希腊的,有的则是那些为争夺统治权而交战的希腊首领们自己带给希腊的。
οὕτω οὐδὲν ἦν ἀεικὲς κινηθῆναι Δῆλον τὸ πρὶν ἐοῦσαν ἀκίνητον. καὶ ἐν χρησμῷ ἦν γεγραμμένον περὶ αὐτῆς ὧδε. "κινήσω καὶ Δῆλον ἀκίνητόν περ ἐοῦσαν." δύναται3 δὲ κατὰ Ἑλλάδα γλῶσσαν ταῦτα τὰ οὐνόματα, Δαρεῖος ἐρξίης, Ξέρξης ἀρήιος, Ἀρτοξέρξης μέγας ἀρήιος. τούτους μὲν δὴ τοὺς βασιλέας ὧδε ἂν ὀρθῶς κατὰ γλῶσσαν τὴν σφετέρην Ἕλληνες καλέοιεν.
因此,在此之前一直静止不动的提洛岛发生震动,并没有什么不合情理之处。神谕中关于该岛也是这样写的: "我将让曾经不动的提洛也动起来。" 在希腊语中,这些名字的意思是:大流士意为“执行者”,薛西斯意为“战士”,阿尔塔薛西斯意为“伟大的战士”。因此,希腊人若用自己的语言,就可以这样正确地称呼这些国王。
- 6.98.1μετὰ δὲ τοῦτον ἐνθεῦτεν ἐξαναχθέντα
介词 μετά 后接宾格名词(代词)与分词,表示“在某人做某事之后”的时间关系(类似于拉丁语中的 ab urbe condita 结构)。此处意为“在他从那里出港之后”。
- 6.98.2αὐτῇ
人称代词的阴性单数与格,指代前句中的阴性名词“τῇ Ἑλλάδι”(给希腊),表示这些灾难是带给希腊的。
- 6.98.3δύναται
动词 δύναμαι 在此处意为“意味着”或“相当于”。其主语是中性复数名词“ταῦτα τὰ οὐνόματα”,符合希腊语中中性复数主语接单数动词的语法规则。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
