- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.97.1-6.97.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
在波斯军行动期间,提洛人逃离了家园。但波斯将领达提斯尊重提洛岛的神圣性,劝说他们返回,并向祭坛奉献了大量乳香。
ἐν ᾧ δὲ οὗτοι ταῦτα ἐποίευν, οἱ Δήλιοι ἐκλιπόντες καὶ αὐτοὶ τὴν Δῆλον οἴχοντο φεύγοντες1 ἐς Τῆνον. τῆς δὲ στρατιῆς καταπλεούσης ὁ Δᾶτις προπλώσας οὐκ ἔα τὰς νέας πρὸς τὴν Δῆλον προσορμίζεσθαι, ἀλλὰ πέρην ἐν τῇ Ῥηναίῃ·2 αὐτὸς δὲ πυθόμενος ἵνα ἦσαν οἱ Δήλιοι, πέμπων κήρυκα ἠγόρευέ σφι τάδε.
当他们做这些事时,提洛人自己也遗弃了提洛岛,逃往蒂诺斯岛。在船队驶入时,达提斯先行扬帆,不许船只在提洛岛靠岸,而是让他们停泊在对面的雷奈亚岛。他自己打听到提洛人的去处后,派出一名使者对他们说:
ἄνδρες ἱροί, τί φεύγοντες οἴχεσθε, οὐκ ἐπιτήδεα καταγνόντες κατʼ ἐμεῦ;3 ἐγὼ γὰρ καὶ αὐτὸς ἐπὶ τοσοῦτό γε φρονέω4 καὶ μοι ἐκ βασιλέος ὧδε ἐπέσταλται, ἐν τῇ χώρῃ οἱ δύο θεοὶ ἐγένοντο, ταύτην μηδὲν σίνεσθαι, μήτε αὐτὴν τὴν χώρην μήτε τοὺς οἰκήτορας αὐτῆς. νῦν ὦν καὶ ἄπιτε ἐπὶ τὰ ὑμέτερα αὐτῶν καὶ τὴν νῆσον νέμεσθε. ταῦτα μὲν ἐπεκηρυκεύσατο τοῖσι Δηλίοισι, μετὰ δὲ λιβανωτοῦ τριηκόσια τάλαντα κατανήσας ἐπὶ τοῦ βωμοῦ ἐθυμίησε.
“神圣的人们啊,你们为何对我做出了不公正的判断而逃走呢?因为我个人至少也有如此的分寸,且国王也向我下达了这样的命令:对于那诞生了两位神明的土地,无论其土地本身还是其居民,都不得加以任何伤害。所以,现在你们应当回到你们自己的家园,继续治理你们的岛屿。” 他通过使者向提洛人传达了这些话,随后在祭坛上堆起三百塔兰同的乳香,将其焚烧。
- 6.97.1οἴχοντο φεύγοντες
动词 "οἴχομαι"(已离去)与分词 "φεύγοντες"(逃跑)连用,强调主体在离开时的动作状态,表示“逃走了”。
- 6.97.1οὐκ ἔα ... ἀλλὰ πέρην ἐν τῇ Ῥηναίῃ
"ἔα" 是 "ἐάω" 的未完成过去时第三人称单数(伊奥尼亚方言)。"οὐκ ἐάω" 意为“不准许”。在 "ἀλλὰ" 之后,省略了与前半句 "προσορμίζεσθαι"(停泊)相对的肯定意义动作,即“而是让船只停泊在对面的雷奈亚岛”。
- 6.97.2οὐκ ἐπιτήδεα καταγνόντες κατʼ ἐμεῦ
动词 "καταγιγνώσκω" 支配人称属格("κατʼ ἐμεῦ")和判定内容的宾格("οὐκ ἐπιτήδεα",字面意为“不合适的事”),意为“对我做出了不公正的判定”。
- 6.97.2ἐπὶ τοσοῦτό γε φρονέω
动词 "φρονέω" 意为“思考、具有思虑”。与介词短语 "ἐπὶ τοσοûτο"(至此种程度)和助词 "γε" 连用,表示“我个人至少也有如此的分寸”(意即懂得敬畏神圣之地)。
