← 希罗多德

历史

§6.86A.1-6.86A.5

勒奥提基德斯讲述格劳科斯与寄存财物的故事

由于雅典人拒绝归还寄托物,勒奥提基德斯开始讲述昔日以正义闻名的斯巴达人格劳科斯的故事。一名米利都人慕名而来,决定将半数财产兑换成现钱寄存在格劳科斯处,并留下了凭证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.86A.1

οὐ φαμένων1 δὲ ἀποδώσειν τῶν Ἀθηναίων, ἔλεξέ σφι Λευτυχίδης τάδε. ὦ Ἀθηναῖοι, ποιέετε μὲν ὁκότερα βούλεσθε αὐτοί· καὶ γὰρ ἀποδιδόντες ποιέετε ὅσια, καὶ μὴ ἀποδιδόντες τὰ ἐναντία τούτων· ὁκοῖον μέντοι τι ἐν τῇ Σπάρτῃ συνηνείχθη γενέσθαι περὶ παρακαταθήκης, βούλομαι ὑμῖν εἶπαι.

当雅典人表示绝不归还时,勒奥提基德斯对他们说了以下这番话: “雅典人啊,你们自己想怎么做就怎么做吧。因为如果归还,你们所做的就是虔敬的事;如果不归还,则是相反的事。然而,我想告诉你们在斯巴达曾发生过一件关于寄托物的什么样的事。

§6.86A.2

λέγομεν ἡμεῖς οἱ Σπαρτιῆται γενέσθαι ἐν τῇ Λακεδαίμονι κατὰ τρίτην γενεὴν τὴν ἀπʼ ἐμέο Γλαῦκον Ἐπικύδεος παῖδα· τοῦτον τὸν ἄνδρα φαμὲν τά τε ἄλλα πάντα περιήκειν τὰ πρῶτα, καὶ δὴ καὶ ἀκούειν ἄριστα2 δικαιοσύνης πέρι πάντων ὅσοι τὴν Λακεδαίμονα τοῦτον τὸν χρόνον οἴκεον.

我们斯巴达人说,在从我算起的第三代,拉刻代蒙有一个名叫格劳科斯的人,他是埃皮居德斯之子。我们说,这个人不仅在其他所有方面都名列前茅,而且在当时居住在拉刻代蒙的所有人中,关于正义享有最卓越的声誉。

§6.86A.3

συνενειχθῆναι δέ οἱ ἐν χρόνῳ ἱκνευμένῳ τάδε λέγομεν. ἄνδρα Μιλήσιον ἀπικόμενον ἐς Σπάρτην βούλεσθαί οἱ ἐλθεῖν ἐς λόγους προϊσχόμενον τοιάδε. εἰμὶ μὲν Μιλήσιος, ἥκω δὲ τῆς σῆς Γλαῦκε βουλόμενος δικαιοσύνης ἀπολαῦσαι.

我们还说,在适当的时候,他身上发生了以下的事情。一个米利都人来到斯巴达,希望与他进行商谈,并提出了如下的建议: ‘我是米利都人,格劳科斯啊,我来这里是希望能分享你的正义。

§6.86A.4

ὡς γὰρ δὴ ἀνὰ πᾶσαν μὲν τὴν ἄλλην Ἑλλάδα, ἐν δὲ καὶ περὶ Ἰωνίην τῆς σῆς δικαιοσύνης ἦν λόγος πολλός, ἐμεωυτῷ λόγους ἐδίδουν καὶ ὅτι ἐπικίνδυνος ἐστὶ αἰεί κοτε ἡ Ἰωνίη, ἡ δὲ Πελοπόννησος ἀσφαλέως ἱδρυμένη, καὶ διότι χρήματα οὐδαμὰ τοὺς αὐτούς ἐστι ὁρᾶν ἔχοντας.3

因为不仅在整个希腊的其他地方,特别是在伊奥尼亚一带,关于你的正义都有极高的评价,所以我自己也在权衡,一方面伊奥尼亚总是处于危险之中,而伯罗奔尼撒则处于安全之境,另一方面,人们绝不可能看到财富一直被同样的人占有。

§6.86A.5

ταῦτά τε ὦν ἐπιλεγομένῳ καὶ βουλευομένῳ ἔδοξέ μοι τὰ ἡμίσεα πάσης τῆς οὐσίης ἐξαργυρώσαντα4 θέσθαι παρὰ σέ, εὖ ἐξεπισταμένῳ ὥς μοι κείμενα ἔσται παρὰ σοὶ σόα. σὺ δή μοι καὶ τὰ χρήματα δέξαι καὶ τάδε τὰ σύμβολα σῶζε λαβών· ὃς δʼ ἂν ἔχων ταῦτα ἀπαιτέῃ, τούτῳ ἀποδοῦναι.

因此,在权衡和深思熟虑之后,我决定将我全部财产的一半兑换成现钱,寄存在你这里,因为我非常清楚,寄存在你这里将会十分安全。请你为我收下这些钱财,并收下并保存这些凭证;谁拿着这些凭证来要求归还,就请归还给谁。’”

语法注4 条
  1. 6.86A.1οὐ φαμένων

    否定词 οὐ 修饰 φημί(说)的分词,表示“说不……”或“拒绝”。此句与 τῶν Ἀθηναίων 构成属格独立分词结构。

  2. 6.86A.2ἀκούειν ἄριστα

    动词 ἀκούω(听)伴随副词 ἄριστα,用于被动意义的“被极好地评价”或“享有最好的声誉”。

  3. 6.86A.4τοὺς αὐτούς ἐστι ὁρᾶν ἔχοντας

    表示可能的无人称动词 ἔστι 后接不定式 ὁρᾶν(看),其宾语和补足语分词为宾格的 τοὺς αὐτούς ... ἔχοντας,整句意为“(人们)无法看到同样的人一直占有着(财富)”。

  4. 6.86A.5ἐπιλεγομένῳ ... ἐξαργυρώσαντα

    与格分词 ἐπιλεγομένῳ 与无人称动词引起的与格代词 μοι(对我而言)一致。然而,作为不定式 θέσθαι 逻辑主语的分词 ἐξαργυρώσαντα 则采用宾格,这展示了从与格过渡到不定式宾格结构时常见的格转换。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.86A.1-6.86A.5