- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.85.1-6.85.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
克勒奥梅涅斯死后,埃吉纳人向斯巴达抗议并获准引渡勒奥提基德斯,但在斯巴达显贵德阿西德斯的警告下,他们改变计划,同意由勒奥提基德斯陪同前往雅典以收回人质。
τελευτήσαντος δὲ Κλεομένεος ὡς ἐπύθοντο Αἰγινῆται, ἔπεμπον ἐς Σπάρτην ἀγγέλους καταβωσομένους1 Λευτυχίδεω περὶ τῶν ἐν Ἀθήνῃσι ὁμήρων ἐχομένων. Λακεδαιμόνιοι δὲ δικαστήριον συναγαγόντες ἔγνωσαν περιυβρίσθαι Αἰγινήτας ὑπὸ Λευτυχίδεω, καί μιν κατέκριναν ἔκδοτον ἄγεσθαι ἐς Αἴγιναν ἀντὶ τῶν ἐν Ἀθήνῃσι ἐχομένων ἀνδρῶν.
当埃吉纳人得知克勒奥梅涅斯死讯时,他们派使者前往斯巴达,为在雅典被扣留的人质之事控诉勒奥提基德斯。拉刻代蒙人召集了法庭,判定埃吉纳人受到了勒奥提基德斯的极大侮辱,并判决将他交出并带往埃吉纳,以抵换被扣留在雅典的那些男子。
μελλόντων δὲ ἄγειν τῶν Αἰγινητέων τὸν Λευτυχίδεα, εἶπέ σφι Θεασίδης ὁ Λεωπρέπεος, ἐὼν ἐν Σπάρτῃ δόκιμος ἀνήρ, τί βουλεύεσθε ποιέειν, ἄνδρες Αἰγινῆται; τὸν βασιλέα τῶν Σπαρτιητέων ἔκδοτον γενόμενον ὑπὸ τῶν πολιητέων ἄγειν; εἰ νῦν ὀργῇ χρεώμενοι ἔγνωσαν οὕτω Σπαρτιῆται, ὅκως ἐξ ὑστέρης μή τι ὑμῖν, ἢν ταῦτα πρήσσητε, πανώλεθρον κακὸν ἐς τὴν χώρην ἐμβάλωσι.2
当埃吉纳人正要带走勒奥提基德斯时,在斯巴达很有声望的、里奥普雷佩斯之子德阿西德斯对他们说:“埃吉纳人啊,你们打算做什么?要把被公民们交出来的斯巴达国王带走吗?即使斯巴达人现在因愤怒而做出了这样的决定,也要当心,如果你们这样做,他们日后会不会把毁灭性的灾难降临到你们的土地上。”
ταῦτα ἀκούσαντες οἱ Αἰγινῆται ἔσχοντο τῆς ἀγωγῆς, ὁμολογίῃ δὲ ἐχρήσαντο τοιῇδε, ἐπισπόμενον Λευτυχίδεα ἐς Ἀθήνας ἀποδοῦναι3 Αἰγινήτῃσι τοὺς ἄνδρας.
听了这话,埃吉纳人放弃了带走他的行动,并达成了如下协定:让勒奥提基德斯陪同他们前往雅典,将那些男子归还给埃吉纳人。
- 6.85.1καταβωσομένους
未来分词阳性复数宾格,表示目的(“为了控诉勒奥提基德斯”)。动词 καταβοάω 通常支配属格以表示控诉的对象(此处为 Λευτυχίδεω)。
- 6.85.2ὅκως ... μή ... ἐμβάλωσι
由爱奥尼亚方言的 ὅκως(相当于雅典方言的 ὅπως)和虚拟语气 ἐμβάλωσι 构成的独立从句,表示警告或防范(“当心他们不要……”)。通常被理解为省略了像 ὅρα 或 ὁρᾶτε 这样的祈使语。
- 6.85.3ἐπισπόμενον Λευτυχίδεα ... ἀποδοῦναι
与 ὁμολογίῃ(协定)同格的不定式短语,用以解释协定的内容。不定时分词 ἐπισπόμενον 与不定式的主语宾格 Λευτυχίδεα 一致,意为“让勒奥提基德斯随同,将(那些人)归还”。
