- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.8.1-6.8.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
本段记述了为拉德海战集结的伊奥尼亚同盟各城邦及莱斯博斯岛等地的兵力,详细说明了他们从东(右翼)到西(左翼)的具体战线部署,以及舰船的总数。
μετὰ δὲ ταῦτα πεπληρωμένῃσι τῇσι νηυσὶ1 παρῆσαν οἱ Ἴωνες, σὺν δέ σφι καὶ Αἰολέων ὅσοι τὴν Λέσβον νέμονται. ἐτάσσοντο δὲ ὧδε. τὸ μὲν πρὸς τὴν ἠῶ εἶχον κέρας αὐτοὶ Μιλήσιοι, νέας παρεχόμενοι ὀγδώκοντα· εἴχοντο2 δὲ τούτων Πριηνέες δυώδεκα νηυσὶ καὶ Μυήσιοι τρισὶ νηυσί, Μυησίων δὲ Τήιοι εἴχοντο ἑπτακαίδεκα νηυσί, Τηίων δὲ εἴχοντο Χῖοι ἑκατὸν νηυσί·
此后,伊奥尼亚人带着配备好船员的船只集结于此,与他们同行的还有居住在莱斯博斯岛的所有埃奥利斯人。他们按如下方式布阵:东侧的翼由米利都人自己占领,他们提供了八十艘船;紧接他们的是普里埃内人,有十二艘船,以及米乌斯人,有三艘船;紧接米乌斯人的是特奥斯人,有十七艘船;紧接特奥斯人的是希奥斯人,有一百艘船。
πρὸς δὲ τούτοισι Ἐρυθραῖοί τε ἐτάσσοντο καὶ Φωκαέες, Ἐρυθραῖοι μὲν ὀκτὼ νέας παρεχόμενοι, Φωκαέες δὲ τρεῖς· Φωκαέων δὲ εἴχοντο Λέσβιοι νηυσὶ ἑβδομήκοντα· τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ πρὸς ἑσπέρην κέρας Σάμιοι ἑξήκοντα νηυσί. πάντων δὲ τούτων ὁ σύμπας ἀριθμὸς ἐγένετο τρεῖς καὶ πεντήκοντα καὶ τριηκόσιαι τριήρεες.
紧接这些人布阵的是埃里特莱亚人和福西亚人,埃里特莱亚人提供了八艘船,福西亚人提供了三艘;紧接福西亚人的是莱斯博斯人,有七十艘船;最后布阵的是萨摩斯人,他们占领着西侧的翼,有六十艘船。所有这些船只的总数是三百五十三艘三段击桨船。
- 6.8.1πεπληρωμένῃσι τῇσι νηυσὶ
带有完成时被动分词 πεπληρωμένος 的与格短语。在此处作伴随与格(或状态与格),表示“携带着满载船员(装备完毕)的船只”或“在船只配备好人员的状态下”集结。
- 6.8.1εἴχοντο
动词 ἔχω(持有)的中介语态 ἔχομαι 支配属格,意为“紧贴”、“紧邻”。在此处表示在战线中“与(属格所表示的部队)相邻布防”,描述了舰队从东侧(米利都人)向西依次排列的顺序。
