← 希罗多德

历史

§6.75.1-6.75.3

克莱奥梅尼的发狂自残与其死因之争

被召回斯巴达的克莱奥梅尼因发狂自残而惨死的过程,以及关于他悲惨死因,希腊大多数人、雅典人、阿哥斯人等各方所持的不同说法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.75.1

μαθόντες δὲ Κλεομένεα Λακεδαιμόνιοι ταῦτα πρήσσοντα, κατῆγον αὐτὸν δείσαντες ἐπὶ τοῖσι αὐτοῖσι ἐς Σπάρτην τοῖσι καὶ πρότερον ἦρχε.1 κατελθόντα δὲ αὐτὸν αὐτίκα ὑπέλαβε μανίη νοῦσος, ἐόντα καὶ πρότερον ὑπομαργότερον· ὅκως γὰρ τεῷ ἐντύχοι Σπαρτιητέων, ἐνέχραυε2 ἐς τὸ πρόσωπον τὸ σκῆπτρον.

拉栖代梦人获悉克莱奥梅尼正在策划这些活动,感到恐惧,便将他召回斯巴达,恢复他先前的统治地位。但他一回国,立刻就被疯狂的疾病所袭击,而他先前也本就有些疯疯癫癫的;因为每当他遇到任何一个斯巴达人,就会拿权杖去戳对方的脸。

§6.75.2

ποιέοντα δὲ αὐτὸν ταῦτα καὶ παραφρονήσαντα ἔδησαν οἱ προσήκοντες ἐν ξύλω· ὁ δὲ δεθεὶς τὸν φύλακον μουνωθέντα ἰδὼν τῶν ἄλλων αἰτέει μάχαιραν· οὐ βουλομένου δὲ τὰ πρῶτα τοῦ φυλάκου διδόναι ἀπείλεε τά μιν αὖτις ποιήσει,3 ἐς ὁ δείσας τὰς ἀπειλὰς ὁ φύλακος (ἦν γὰρ τῶν τις εἱλωτέων) διδοῖ οἱ μάχαιραν.

由于他做出这些举动且神志不清,他的亲属们将他锁在木枷里。被绑着的他,看到看守被其他人留下而单处时,向其索要一把刀。起初看守不愿给,他便威胁对方以后会怎么处置他,直到看守害怕这些威胁(因为他是黑劳士之一),便把刀给了他。

§6.75.3

Κλεομένης δὲ παραλαβὼν τὸν σίδηρον ἄρχετο ἐκ τῶν κνημέων ἑωυτὸν λωβώμενος· ἐπιτάμνων γὰρ κατὰ μῆκος τὰς σάρκας προέβαινε ἐκ τῶν κνημέων ἐς τοὺς μηρούς, ἐκ δὲ τῶν μηρῶν ἔς τε τὰ ἰσχία καὶ τὰς λαπάρας, ἐς ὃ ἐς τὴν γαστέρα ἀπίκετο, καὶ ταύτην καταχορδεύων ἀπέθανε τρόπῳ τοιούτῳ, ὡς μὲν οἱ πολλοὶ λέγουσι Ἐλλήνων, ὅτι τὴν Πυθίην ἀνέγνωσε τὰ περὶ Δημαρήτου λέγειν γενόμενα, ὡς δὲ Ἀθηναῖοι μοῦνοι λέγουσι, διότι ἐς Ἐλευσῖνα ἐσβαλὼν ἔκειρε τὸ τέμενος τῶν θεῶν, ὡς δὲ Ἀργεῖοι, ὅτι ἐξ ἱροῦ αὐτῶν τοῦ Ἄργου Ἀργείων τοὺς καταφυγόντας ἐκ τῆς μάχης καταγινέων κατέκοπτε καὶ αὐτὸ τὸ ἄλσος ἐν ἀλογίῃ ἔχων ἐνέπρησε.

克莱奥梅尼拿到了这把铁器,开始从自己的胫骨处自残;他顺着长度割开皮肉,从胫骨向上延伸到大腿,又从大腿到腰部和胁腹,直到抵达腹部,他将腹部切成碎条,就这样死去了。正如大多数希腊人所说,是因为他唆使女祭司皮提亚说出有关德马拉托斯的那番话;而只有雅典人说,是因为他侵入埃莱夫西斯,砍伐了女神们的圣地;而阿哥斯人则说,是因为他将从战斗中逃脱、躲入他们阿哥斯圣地的阿哥斯人带出来屠杀,并无视圣林本身而将其付之一炬。

语法注3 条
  1. 6.75.1ἐπὶ τοῖσι αὐτοῖσι ... τοῖσι καὶ πρότερον ἦρχε

    意为“在与以前相同的[条件/特权]下进行统治”。前一个 τοῖσι 是指示代词(或冠词),后一个 τοῖσι 是关系代词。该关系代词由于受到其先行词(与格)及前置词 ἐπί 的影响,同化(attraction)为了与格。

  2. 6.75.1ὅκως γὰρ τεῷ ἐντύχοι ... ἐνέχραυε

    表示过去重复动作的句式。时间连词 ὅκως(爱奥尼亚方言,相当于 ὅπως)引导的从句中使用希求法(εντύχοι,ἐντυγχάνω“遇见”的第三人称单数不定过去时希求法),主句中使用未完成过去时(ἐνέχραυε“戳、刺”),以此表示“每当……,便常常……”的习惯性或重复性动作。

  3. 6.75.2ἀπείλεε τά μιν αὖτις ποιήσει

    τά 是关系代词(或间接疑问代词),ποιήσει 是将来直说时,意为“他以后将要对他(看守)做的事”。μιν 是第三人称单数代词的宾格(相当于 αὐτόν),与动词 ποιέω 共同构成双宾格结构(“对[某人]做[某事]”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.75.1-6.75.3