← 希罗多德

历史

§6.58.1-6.58.3

斯巴达国王逝世时的葬礼与哀悼习俗

本节描述了斯巴达国王去世时的严厉悼念仪式,包括在拉科尼亚全境宣告死讯、动员公民、庇里阿科人和希洛特进行大规模哀悼、为战死国王举行的葬礼仪式,以及在哀悼期间暂停一切公共事务。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.58.1

ταῦτα μὲν ζῶσι τοῖσι βασιλεῦσι δέδοται ἐκ τοῦ κοινοῦ τῶν Σπαρτιητέων, ἀποθανοῦσι δὲ τάδε. ἱππέες περιαγγέλλουσι τὸ γεγονὸς κατὰ πᾶσαν τὴν Λακωνικήν, κατὰ δὲ τὴν πόλιν γυναῖκες περιιοῦσαι λέβητα κροτέουσι. ἐπεὰν ὦν τοῦτο γίνηται τοιοῦτο, ἀνάγκη ἐξ οἰκίης ἑκάστης ἐλευθέρους δύο καταμιαίνεσθαι,1 ἄνδρα τε καὶ γυναῖκα· μὴ ποιήσασι δὲ τοῦτο ζημίαι μεγάλαι ἐπικέαται.

以上这些是斯巴达共同体给活着的国王们的特权,而当他们去世时,则会实行以下规定。骑兵们在整个拉科尼亚地方巡回宣告所发生的事,而在城里,妇女们走街串巷敲击大釜。因此,每当这种事情发生时,每户人家都必须有两个自由人——一男一女——作玷污自身以示哀悼的表示;对不这样做的人,将课以重罚。

§6.58.2

νόμος δὲ τοῖσι Λακεδαιμονίοισι κατὰ τῶν βασιλέων τοὺς θανάτους ἐστὶ ὡυτὸς καὶ τοῖσι βαρβάροισι τοῖσι ἐν τῇ Ἀσίῃ· τῶν γὰρ ὦν βαρβάρων οἱ πλεῦνες τῷ αὐτῷ νόμῳ χρέωνται κατὰ τοὺς θανάτους τῶν βασιλέων. ἐπεὰν γὰρ ἀποθάνῃ βασιλεὺς Λακεδαιμονίων, ἐκ πάσης δεῖ Λακεδαίμονος, χωρὶς Σπαρτιητέων, ἀριθμῷ τῶν περιοίκων2 ἀναγκαστοὺς ἐς τὸ κῆδος ἰέναι.

拉刻代蒙人关于国王去世的习俗与亚洲的蛮族相同;因为大多数蛮族在国王去世时都采用相同的习俗。当拉刻代蒙人的国王去世时,除斯巴达人外,必须从整个拉刻代蒙地区强行派出一定数量的庇里阿科人参加葬礼。

§6.58.3

τούτων ὦν καὶ τῶν εἱλωτέων καὶ αὐτῶν Σπαρτιητέων ἐπεὰν συλλεχθέωσι ἐς τὠυτὸ πολλαὶ χιλιάδες σύμμιγα τῇσι γυναιξί, κόπτονταί τε τὰ μέτωπα προθύμως καὶ οἰμωγῇ διαχρέωνται ἀπλέτῳ, φάμενοι τὸν ὕστατον αἰεὶ ἀπογενόμενον τῶν βασιλέων, τοῦτον δὴ γενέσθαι ἄριστον.3 ὃς δʼ ἂν ἐν πολέμῳ τῶν βασιλέων ἀποθάνῃ, τούτῳ δὲ4 εἴδωλον σκευάσαντες ἐν κλίνῃ εὖ ἐστρωμένῃ ἐκφέρουσι. ἐπεὰν δὲ θάψωσι, ἀγορὴ δέκα ἡμερέων οὐκ ἵσταταί σφι οὐδʼ ἀρχαιρεσίη συνίζει, ἀλλὰ πενθέουσι ταύτας τὰς ἡμέρας.

因此,当这些人以及希洛特和斯巴达人自己聚集到同一地方,成千上万的人与妇女混在一起时,他们便使劲捶打自己的额头,发出无休止的哀号,宣称每次最后去世的国王确实是最好的。如果国王中有在战争中阵亡的,他们就为他制作一尊塑像,抬在铺设精美的床榻上送葬。当他们将他安葬后,十天之内不举行民众大会,也不召集选任官员的集会,而是在这些日子里进行哀悼。

语法注4 条
  1. 6.58.1καταμιαίνεσθαι

    受无人称表达 ἀνάγκη [ἐστί](必须、有义务)支配的现在不定式中被动语态。其逻辑主语是宾格的 ἐλευθέρους δύο(两个自由人)。此处指的是为了表示哀悼而字面上弄脏自己(如抹灰或泥土)或服丧的仪式行为。

  2. 6.58.2ἀριθμῷ τῶν περιοίκων

    ἀριθμῷ 是关系与格(“在数量上”),表示“从庇里阿科人中派出的固定人数”。τῶν περιοίκων 起部分属格的作用。

  3. 6.58.3φάμενοι τὸν ὕστατον αἰεὶ ἀπογενόμενον τῶν βασιλέων, τοῦτον δὴ γενέσθαι ἄριστον.

    由 φάμενοι(说)引导的间接引语中的宾格与不定式结构。不定式 γενέσθαι 的逻辑主语是 τὸν ὕστατον αἰεὶ ἀπογενόμενον τῶν βασιλέων(每次最后去世的国王),而该主语又被指示代词 τοῦτον 以同位语的方式重复并加以强调。

  4. 6.58.3ὃς δʼ ἂν ἐν πολέμῳ τῶν βασιλέων ἀποθάνῃ, τούτῳ δὲ

    由关系代词 ὅς 连同 ἄν 及虚拟语气 ἀποθάνῃ 构成的条件关系从句。在主句开头紧跟在 τούτῳ 后面的 δέ 是归结从句的 δέ(apodotic-de),用以强调从从句向主句的过渡。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.58.1-6.58.3