← 希罗多德

历史

§6.5.1-6.5.3

希斯提哀乌斯被逐米利都与在拜占庭截船

希斯提哀乌斯在企图返回米利都而被拒并受伤后,从莱斯博斯人那里获得了船只,前往拜占庭并开始拦截船只。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5.1

περὶ Σάρδις μὲν δὴ ἐγίνετο ταραχή. Ἱστιαῖον δὲ ταύτης ἀποσφαλέντα τῆς ἐλπίδος Χῖοι κατῆγον1 ἐς Μίλητον, αὐτοῦ Ἱστιαίου δεηθέντος. οἱ δὲ Μιλήσιοι, ἄσμενοι ἀπαλλαχθέντες καὶ Ἀρισταγόρεω, οὐδαμῶς πρόθυμοι ἦσαν ἄλλον τύραννον δέκεσθαι ἐς τὴν χώρην, οἷα ἐλευθερίης γευσάμενοι.2

萨尔迪斯周围于是陷入了混乱。而失去了这一希望的希斯提哀乌斯,因其本人的请求,基奥斯人试图将他送回米利都。然而,米利都人因好不容易摆脱了阿里斯塔戈拉斯而感到高兴,正如尝到了自由滋味的人一样,他们绝不愿意在自己的土地上再接纳另一位僭主。

§6.5.2

καὶ δὴ νυκτὸς γὰρ ἐούσης βίῃ ἐπειρᾶτο κατιὼν ὁ Ἱστιαῖος ἐς τὴν Μίλητον, τιτρώσκεται τὸν μηρὸν ὑπό τευ τῶν Μιλησίων. ὃ μὲν δὴ ὡς ἀπωστὸς τῆς ἑωυτοῦ3 γίνεται, ἀπικνέεται ὀπίσω ἐς τὴν Χίον· ἐνθεῦτεν δέ, οὐ γὰρ ἔπειθε τοὺς Χίους ὥστε4 ἑωυτῷ δοῦναι νέας, διέβη ἐς Μυτιλήνην καὶ ἔπεισε Λεσβίους δοῦναί οἱ νέας.

并且,在夜色中,当希斯提哀乌斯企图强行进入米利都的时候,他的大腿被一个米利都人刺伤了。由于他被自己的国家拒之门外,他便折返回基奥斯。在那里,因为他无法说服基奥斯人给他船只,他便渡海前往米蒂利尼,说服了莱斯博斯人给他船只。

§6.5.3

οἳ δὲ πληρώσαντες ὀκτὼ τριήρεας ἔπλεον ἅμα Ἱστιαίῳ ἐς Βυζάντιον, ἐνθαῦτα δὲ ἱζόμενοι τὰς ἐκ τοῦ Πόντου ἐκπλεούσας τῶν νεῶν ἐλάμβανον, πλὴν ἢ ὅσοι αὐτῶν Ἱστιαίῳ ἔφασαν ἕτοιμοι εἶναι πείθεσθαι.

莱斯博斯人配备了八艘三段击桨船,与希斯提哀乌斯一同驶向拜占庭,并在那里驻守,拦截从黑海驶出的船只,唯独放过那些声称愿意服从希斯提哀乌斯的人。

语法注4 条
  1. 6.5.1κατῆγον

    未完成过去时,在此表示“试图做某事”的尝试意图(conative)。后文表明米利都人实际上拒绝接纳他。

  2. 6.5.1οἷα ἐλευθερίης γευσάμενοι

    语气词 οἷα 与分词 γευσάμενοι 连用,表示客观原因(“因为尝到了”)。动词 γεύομαι 支配属格 ἐλευθερίης。

  3. 6.5.2τῆς ἑωυτοῦ

    阴性单数属格的反身代词,省略了表示土地或祖国的名词(如 γῆς 或 πατρίδος)。与形容词 ἀπωστὸς(“被驱逐的”)连用,作分离属格。

  4. 6.5.2οὐ γὰρ ἔπειθε ... ὥστε

    连词 γάρ 引导说明原因的插入句。未完成过去时 ἔπειθε 表示说服的“未遂”(未能说服),表示结果的 ὥστε 连同不定式 δοῦναι 表达企图达到的结果。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.5.1-6.5.3