← 希罗多德

历史

§6.23.1-6.23.6

萨摩斯人占领赞克勒与希波克拉底的背叛

到达西西里的萨摩斯人听从阿纳克西劳斯的建议占领了防备空虚的赞克勒,而赞克勒人的盟友希波克拉底则与萨摩斯人达成协议,背叛并移交了赞克勒人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.23.1

Σάμιοι γὰρ κομιζόμενοι ἐς Σικελίην ἐγίνοντο ἐν Λοκροῖσι τοῖσι Ἐπιζεφυρίοισι, καὶ Ζαγκλαῖοι αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν, τῷ οὔνομα ἦν Σκύθης, περικατέατο πόλιν τῶν Σικελῶν ἐξελεῖν βουλόμενοι.

因为萨摩斯人在前往西西里的途中到达了依皮泽菲里洛克里,而赞克勒人自己以及他们的国王(名字叫作斯库塞斯)正在包围西克尔人的一座城市,想要攻占它。

§6.23.2

μαθὼν δὲ ταῦτα ὁ Ῥηγίου τύραννος Ἀναξίλεως, τότε ἐὼν διάφορος τοῖσι Ζαγκλαίοισι, συμμίξας τοῖσι Σαμίοισι ἀναπείθει ὡς χρεὸν εἴη Καλὴν μὲν ἀκτήν, ἐπʼ ἣν ἔπλεον, ἐᾶν χαίρειν,1 τὴν δὲ Ζάγκλην σχεῖν ἐοῦσαν ἔρημον ἀνδρῶν.

当时正与赞克勒人敌对的雷吉乌姆僭主阿纳克西劳斯得知此事后,便与萨摩斯人接触,说服他们应当放弃他们正航向的美岸,而占领那座正空无男子的赞克勒。

§6.23.3

πειθομένων δὲ τῶν Σαμίων καὶ σχόντων τὴν Ζάγκλην, ἐνθαῦτα οἱ Ζαγκλαῖοι, ὡς ἐπύθοντο ἐχομένην τὴν πόλιν ἑωυτῶν, ἐβοήθεον αὐτῇ καὶ ἐπεκαλέοντο Ἱπποκράτεα τὸν Γέλης τύραννον· ἦν γὰρ δή σφι οὗτος σύμμαχος.

萨摩斯人听从了劝告并占领了赞克勒,这时赞克勒人得知自己的城市被占领,便赶来救援,并召来盖拉的僭主希波克拉底;因为此人正是他们的盟友。

§6.23.4

ἐπείτε δὲ αὐτοῖσι καὶ ὁ Ἱπποκράτης σὺν τῇ στρατιῇ ἧκε βοηθέων, Σκύθην μὲν τὸν μούναρχον τῶν Ζαγκλαίων ὡς ἀποβαλόντα2 τὴν πόλιν ὁ Ἱπποκράτης πεδήσας καὶ τὸν ἀδελφεὸν αὐτοῦ Πυθογένεα ἐς Ἴνυκα πόλιν ἀπέπεμψε, τοὺς δὲ λοιποὺς Ζαγκλαίους κοινολογησάμενος τοῖσι Σαμίοισι καὶ ὅρκους δοὺς καὶ δεξάμενος προέδωκε.

当希波克拉底率军前来救援他们时,希波克拉底以丢掉城市的罪名将赞克勒的君主斯库塞斯戴上镣铐,并将其与其兄弟皮托格内斯一起送往伊尼克斯城,而对其余的赞克勒人,他与萨摩斯人进行商议、互换誓言之后,便出卖并移交了他们。

§6.23.5

μισθὸς δέ οἱ ἦν εἰρημένος ὅδε ὑπὸ τῶν Σαμίων, πάντων τῶν ἐπίπλων καὶ ἀνδραπόδων τὰ ἡμίσεα μεταλαβεῖν3 τῶν ἐν τῇ πόλι, τὰ δʼ ἐπὶ τῶν ἀγρῶν πάντα Ἱπποκράτεα λαγχάνειν.

萨摩斯人向他承诺的报酬如下:他将分得城内所有动产和奴隶的一半,而田野里的所有财产则归希波克拉底所有。

§6.23.6

τοὺς μὲν δὴ πλεῦνας τῶν Ζαγκλαίων αὐτὸς ἐν ἀνδραπόδων λόγῳ εἶχε δήσας, τοὺς δὲ κορυφαίους αὐτῶν τριηκοσίους ἔδωκε τοῖσι Σαμίοισι κατασφάξαι· οὐ μέντοι οἵ γε Σάμιοι ἐποίησαν ταῦτα.

于是,他自己把大部分赞克勒人捆绑起来当作奴隶对待,而将他们之中的三百名首领交给萨摩斯人去宰杀;然而萨摩斯人并没有这么做。

语法注3 条
  1. 6.23.2ἐᾶν χαίρειν

    结合了不定式 ἐᾶν 和 χαίρειν(字面意思是“向……告别”、“随它去”)的习惯用语,意为“放弃、置之不理”。这里指放弃他们原定前往美岸的计划。

  2. 6.23.4ὡς ἀποβαλόντα

    带有连词 ὡς 的分词(宾格),表示主观的或借口性的原因(“以……为由”、“指控其失去了”)。这指出了希波克拉底监禁斯库塞斯的表面借口。

  3. 6.23.5μεταλαβεῖν

    不定式 μεταλαβεῖν(以及随后的 λαγχάνειν)用于同位语或解释性用法,具体说明主句名词短语 μισθὸς ... ὅδε(“如下的报酬”)的具体内容。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.23.1-6.23.6