← 希罗多德

历史

§5.94.1-5.94.2

希庇亚斯退往西盖翁与雅典同米蒂利尼的战争

在恢复僭主制的企图失败后,希庇亚斯拒绝了他人提供的领地而退往西盖翁,雅典与米蒂利尼在此地为了领土主权进行了长期的战争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.94.1

οὕτω μὲν τοῦτο ἐπαύσθη. Ἱππίῃ δὲ ἐνθεῦτεν ἀπελαυνομένῳ ἐδίδου μὲν Ἀμύντης ὁ Μακεδόνων βασιλεὺς Ἀνθεμοῦντα, ἐδίδοσαν1 δὲ Θεσσαλοὶ Ἰωλκόν. ὁ δὲ τούτων μὲν οὐδέτερα αἱρέετο, ἀνεχώρεε δὲ ὀπίσω ἐς Σίγειον, τὸ εἷλε Πεισίστρατος αἰχμῇ παρὰ Μυτιληναίων, κρατήσας δὲ αὐτοῦ κατέστησε τύραννον εἶναι παῖδα τὸν ἑωυτοῦ νόθον Ἡγησίστρατον, γεγονότα ἐξ Ἀργείης γυναικός, ὃς οὐκ ἀμαχητὶ εἶχε τὰ παρέλαβε παρὰ Πεισιστράτου.

就这样,这次企图被平息了。当希庇亚斯离开该地时,马其顿国王阿明塔斯向他提供安特穆斯,色萨利人则向他提供约尔科斯。然而,他这两处都没有接受,而是退回到了西盖翁。那是裴西斯特拉托斯当年通过武力从米蒂利尼人手中夺取的地方;在控制了该地之后,他立了自己与阿尔戈斯女子所生的庶子赫格西斯特拉托斯为僭主。而赫格西斯特拉托斯并非没有经过战斗就保住了他从裴西斯特拉托斯那里继承的领地。

§5.94.2

ἐπολέμεον γὰρ ἔκ τε Ἀχιλληίου πόλιος ὁρμώμενοι καὶ Σιγείου ἐπὶ χρόνον συχνὸν Μυτιληναῖοί τε καὶ Ἀθηναῖοι, οἳ μὲν ἀπαιτέοντες τὴν χώρην, Ἀθηναῖοι δὲ οὔτε συγγινωσκόμενοι ἀποδεικνύντες τε λόγῳ οὐδὲν μᾶλλον Αἰολεῦσι μετεὸν2 τῆς Ἰλιάδος χώρης ἢ οὐ3 καὶ σφίσι καὶ τοῖσι ἄλλοισι, ὅσοι Ἑλλήνων συνεπρήξαντο Μενέλεῳ τὰς Ἑλένης ἁρπαγάς.

因为米蒂利尼人和雅典人分别以阿基莱翁城和西盖翁为据点,进行了长期的战争。前者要求归还土地,而雅典人则既不承认这一要求,又在辩论中指出,埃奥利斯人对伊利昂土地的权利,并不比他们自己以及其他所有在海伦被劫事件中协助梅内劳斯的希腊人更多。

语法注3 条
  1. 5.94.1ἐδίδου... ἐδίδοσαν

    未完成过去的“企图(conative)”用法,表示“试图给予”或“提议给予”,而非实际已经给予。

  2. 5.94.2μετεὸν

    无人称动词 μέτεστι(对……有份额/权利)的绝对宾格(accusative absolute)。与格 Αἰολεῦσι 表示主体(“对于埃奥利斯人”),属格 τῆς Ἰλιάδος χώρης 表示对象(“对伊利昂土地的权利”)。它在此处充当依附于分词 ἀποδεικνύντες 的间接陈述。

  3. 5.94.2ἢ οὐ

    比较连词 ἢ(比……)之后的多余否定(redundant negative)οὐ。这在含有否定概念的比较级结构(此处为 οὐδὲν μᾶλλον“并不比……”)之后是希腊语的常见用法,在翻译时不应作为双重否定译出。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.94.1-5.94.2