← 希罗多德

历史

§5.92B.1-5.92B.3

拉布达的婚姻与关于未来僭主的德尔斐神谕

科林斯寡头统治集团巴克基亚德斯家族的成员拉布达嫁给了埃埃提翁。埃埃提翁因无子去德尔斐求问神谕,得知未来的孩子将成为统治者并推翻寡头,巴克基亚德斯人此时也想起了先前指向同样命运的晦涩神谕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.92B.1

Κορινθίοισι γὰρ ἦν πόλιος κατάστασις τοιήδε· ἦν ὀλιγαρχίη, καὶ οὗτοι Βακχιάδαι καλεόμενοι ἔνεμον τὴν πόλιν, ἐδίδοσαν δὲ καὶ ἤγοντο ἐξ ἀλλήλων.1 Ἀμφίονι δὲ ἐόντι τούτων τῶν ἀνδρῶν γίνεται θυγάτηρ χωλή· οὔνομα δέ οἱ ἦν Λάβδα. ταύτην Βακχιαδέων γὰρ οὐδεὶς ἤθελε γῆμαι, ἴσχει Ἠετίων ὁ Ἐχεκράτεος, δήμου μὲν ἐὼν ἐκ Πέτρης, ἀτὰρ τὰ ἀνέκαθεν2 Λαπίθης τε καὶ Καινείδης.

科林斯人的城邦体制是这样的:实行寡头政治,那些被称为巴克基亚德斯的人统治着城邦,他们在彼此之间通婚(嫁女并娶妻)。在这些人中,有一个叫安菲翁的人,他生了一个跛足的女儿,名字叫拉布达。因为巴克基亚德斯人中没有人愿意娶她,于是埃克克拉特斯之子埃埃提翁娶了她;埃埃提翁在地方上属于佩特拉,但往上追溯,他是拉皮斯人和凯纽斯人的后裔。

§5.92B.2

ἐκ δέ οἱ ταύτης τῆς γυναικὸς οὐδʼ ἐξ ἄλλης παῖδες ἐγίνοντο. ἐστάλη ὦν ἐς Δελφοὺς περὶ γόνου. ἐσιόντα δὲ αὐτὸν ἰθέως ἡ Πυθίη προσαγορεύει τοῖσιδε τοῖσι ἔπεσι. "Ἠετίων, οὔτις σε τίει πολύτιτον ἐόντα. Λάβδα κύει, τέξει δʼ ὀλοοίτροχον· ἐν δὲ πεσεῖται3 ἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον."

然而,无论是从这个妻子还是从其他妻子,他都没有得到孩子。因此他动身前往德尔斐询问关于子嗣的事。当他正要进去时,皮提娅立即用以下的话语对他说道: “埃埃提翁,没有人尊敬你,尽管你是值得大加尊敬的。 拉布达怀了孕,她将产下一块滚石;它将落在 独裁统治者们身上,并会惩治科林斯。”

§5.92B.3

ταῦτα χρησθέντα τῷ Ἠετίωνι ἐξαγγέλλεταί κως τοῖσι4 Βακχιάδῃσι, τοῖσι τὸ μὲν πρότερον γενόμενον χρηστήριον ἐς Κόρινθον ἦν ἄσημον, φέρον τε ἐς τὠυτὸ5 καὶ τὸ τοῦ Ἠετίωνος καὶ λέγον ὧδε. "αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντα καρτερὸν ὠμηστήν· πολλῶν δʼ ὑπὸ γούνατα λύσει. ταῦτά νυν εὖ φράζεσθε, Κορίνθιοι, οἳ περὶ καλήν Πειρήνην οἰκεῖτε καὶ ὀφρυόεντα Κόρινθον."

这给予埃埃提翁的谕示,不知怎地传到了巴克基亚德斯人耳中。对他们而言,先前关于科林斯得到的谕示一直晦涩难懂,但那谕示其实与埃埃提翁的谕示指向同一个结果,其内容如下: “一只猛鹰在岩石中怀了孕,将产下一只雄狮, 强壮而凶残;它将使许多人的双膝松弛。 科林斯人啊,你们这些居住在美丽的 皮瑞涅泉旁以及险峻的科林斯周围的人,现在要好好参详这些话。”

语法注5 条
  1. 5.92B.1ἐδίδοσαν δὲ καὶ ἤγοντο ἐξ ἀλλήλων

    主动语态 ἐδίδοσαν(嫁出女儿)与中动语态 ἤγοντο(娶进妻子)的对比,表明了巴克基亚德斯人只在家族内部通婚(内婚制)的习俗。

  2. 5.92B.1τὰ ἀνέκαθεν

    关系宾格(或作副词性用法),意为“追溯到源头”、“在家族系谱上”。

  3. 5.92B.2ἐν δὲ πεσεῖται

    复合动词 ἐμπίπτω 的前缀 ἐν 与动词 πεσεῖται(πἰπτω 的将来时)分离的“割裂”(tmesis)现象。它支配与格的 ἀνδράσι μουνάρχοισι,意为“它将落在独裁者们身上”。

  4. 5.92B.3τοῖσι

    爱奥尼亚方言中的关系代名词,相当于雅典方言的 οἷς。在此作为关系与格(判断与格或所有与格),意为“对他们而言”或“他们的”。

  5. 5.92B.3φέρον τε ἐς τὠυτὸ

    动词 φέρον 作不及物动词用,意为“朝向、导向”,与 ἐς τὠυτὸ(“向着相同之处”)结合,表示“指向相同的结果”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.92B.1-5.92B.3