- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.86.1-5.86.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
介绍了埃癸娜人对雅典人说法的反驳。埃癸娜人声称雅典人是以大舰队来袭,而他们依靠阿尔戈斯盟友的奇袭切断雅典人退路并将其击退,同时提到了神像跪地的奇迹。
Ἀθηναῖοι μὲν οὕτω γενέσθαι λέγουσι, Αἰγινῆται δὲ οὐ μιῇ νηὶ ἀπικέσθαι Ἀθηναίους· μίαν μὲν γὰρ καὶ ὀλίγῳ πλεῦνας μιῆς, καὶ εἰ σφίσι μὴ ἔτυχον ἐοῦσαι νέες, ἀπαμύνεσθαι ἂν1 εὐπετέως· ἀλλὰ πολλῇσι νηυσὶ ἐπιπλέειν σφίσι ἐπὶ τὴν χώρην, αὐτοὶ δέ σφι εἶξαι καὶ οὐ ναυμαχῆσαι.
雅典人固然声称事情是这样发生的,但埃癸娜人则说雅典人并非仅乘一艘船前来。因为如果只有一艘,或者只比一艘稍多几艘,即使他们自己恰好没有船只,也本可轻易将其击退。但他们说,雅典人是以许多船只向他们的土地驶来,而他们自己则向他们让步,没有进行海战。
οὐκ ἔχουσι δὲ τοῦτο διασημῆναι ἀτρεκέως, οὔτε εἰ ἥσσονες συγγινωσκόμενοι εἶναι τῇ ναυμαχίῃ κατὰ τοῦτο εἶξαν, οὔτε εἰ βουλόμενοι ποιῆσαι οἷόν τι καὶ ἐποίησαν.
然而,他们无法确切地说明这一点:究竟是因为自知在海战中处于劣势而在此点上让步,还是因为有意要做出他们实际上所做出的举动。
Ἀθηναίους μέν νυν, ἐπείτε σφι οὐδεὶς ἐς μάχην κατίστατο, ἀποβάντας ἀπὸ τῶν νεῶν τραπέσθαι πρὸς τὰ ἀγάλματα, οὐ δυναμένους δὲ ἀνασπάσαι ἐκ τῶν βάθρων αὐτὰ οὕτω δὴ περιβαλομένους σχοινία ἕλκειν, ἐς οὗ ἑλκόμενα τὰ ἀγάλματα ἀμφότερα τὠυτὸ ποιῆσαι, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες,2 ἄλλῳ δὲ τεῷ· ἐς γούνατα γάρ σφι αὐτὰ πεσεῖν, καὶ τὸν ἀπὸ τούτου χρόνον διατελέειν οὕτω ἔχοντα.
且说(埃癸娜人称),由于无人出来迎战,雅典人便从船上登岸,走向神像;由于无法将其从底座上拔起,他们便用绳索套住进行拉拽,直到这两尊神像在被拉拽时做出了同样的事情——这在我看来是不可信的,但也许对别人来说是可信的——因为他们说神像跪倒在他们面前,并且从那时起一直保持着这种姿态。
Ἀθηναίους μὲν δὴ ταῦτα ποιέειν· σφέας δὲ Αἰγινῆται λέγουσι πυθομένους τοὺς Ἀθηναίους ὡς μέλλοιεν ἐπὶ σφέας στρατεύεσθαι, ἑτοίμους Ἀργείους ποιέεσθαι. τούς τε δὴ Ἀθηναίους ἀποβεβάναι ἐς τὴν Αἰγιναίην, καὶ ἥκειν βοηθέοντας σφίσι τοὺς Ἀργείους καὶ λαθεῖν τε ἐξ Ἐπιδαύρου διαβάντας ἐς τὴν νῆσον καὶ οὐ προακηκοόσι τοῖσι Ἀθηναίοισι ἐπιπεσεῖν ὑποταμομένους τὸ ἀπὸ τῶν νεῶν,3 ἅμα τε ἐν τούτῳ τὴν βροντήν τε γενέσθαι καὶ τὸν σεισμὸν αὐτοῖσι.
雅典人确实做了这些事;但埃癸娜人说,当他们得知雅典人将要对他们进行远征时,便使阿尔戈斯人做好了援助的准备。于是,当雅典人已在埃癸娜的土地上登陆时,阿尔戈斯人前来援助他们,并悄悄从埃皮达乌洛斯渡海来到岛上,在雅典人对此毫无预闻的情况下,切断他们退回船只的去路并袭击了他们;与此同时,雷鸣和地震也在这时降临在他们身上。
- 5.86.1ἀπαμύνεσθαι ἂν
间接引语中的 ἄν + 不定式,相当于直接引语中表示过去相反事实结论的直陈式过去时+ ἄν(ἀπημύναντο ἄν)。它与条件从句“εἰ σφίσι μὴ ἔτυχον ἐοῦσαι νέες”(即使他们恰好没有船只)相呼应,表示“本可轻易击退”。
- 5.86.3ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες
现在分词 λέγοντες(主格复数)指代说话者(埃癸娜人)。尽管它们不是主语,但这个主格分词作为希罗多德的插入式评论,表达了他对这一传说的怀疑。
- 5.86.4ὑποταμομένους τὸ ἀπὸ τῶν νεῶν
不定过去时中间因分词 ὑποταμομένους 源自 ὑποτάμνω(“切断、截断”)。其宾格宾语 τὸ ἀπὸ τῶν νεῶν 意为“来自船只的(退路)”,描述了切断雅典人退回舰队之路的战术行动。
