- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.63.1-5.63.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
阿尔克美翁家族贿赂女祭司以促使斯巴达解放雅典,斯巴达随即派兵远征,但在庇西特拉图一族及其色萨利同盟骑兵的还击下惨遭失败。
ὡς ὦν δὴ οἱ Ἀθηναῖοι λέγουσι, οὗτοι οἱ ἄνδρες ἐν Δελφοῖσι κατήμενοι ἀνέπειθον τὴν Πυθίην χρήμασι, ὅκως ἔλθοιεν Σπαρτιητέων ἄνδρες εἴτε ἰδίῳ στόλῳ εἴτε δημοσίῳ χρησόμενοι,1 προφέρειν2 σφι τὰς Ἀθήνας ἐλευθεροῦν.
据雅典人说,这些逗留在德尔斐的人用金钱买通了女祭司皮提亚,使得每当斯巴达人无论是因私还是因公前来求问神谕时,她都会向他们提出要解放雅典。
Λακεδαιμόνιοι δέ, ὥς σφι αἰεὶ τὠυτὸ πρόφαντον ἐγίνετο, πέμπουσι Ἀγχιμόλιον τὸν Ἀστέρος, ἐόντα τῶν ἀστῶν ἄνδρα δόκιμον, σὺν στρατῷ ἐξελῶντα Πεισιστρατίδας ἐξ Ἀθηνέων ὅμως καὶ ξεινίους σφι ἐόντας3 τὰ μάλιστα· τὰ γὰρ τοῦ θεοῦ πρεσβύτερα ἐποιεῦντο ἢ τὰ τῶν ἀνδρῶν· πέμπουσι δὲ τούτους κατὰ θάλασσαν πλοίοισι.
斯巴达人因为总是得到同样的神谕,便派出了阿斯泰尔之子安基莫利乌斯——他是一位在公民中享有盛誉的男子——率领军队前去将庇西特拉图一族逐出雅典,尽管这一族人与他们有着极深厚的客友关系;因为他们认为神的事情比人的事情更重要。他们是通过海路用船只派遣这支军队的。
ὃ μὲν δὴ προσσχὼν ἐς Φάληρον τὴν στρατιὴν ἀπέβησε, οἱ δὲ Πεισιστρατίδαι προπυνθανόμενοι ταῦτα ἐπεκαλέοντο ἐκ Θεσσαλίης ἐπικουρίην· ἐπεποίητο γάρ σφι συμμαχίη πρὸς αὐτούς. Θεσσαλοὶ δέ σφι δεομένοισι ἀπέπεμψαν κοινῇ γνώμῃ χρεώμενοι χιλίην τε ἵππον καὶ τὸν βασιλέα τὸν σφέτερον Κινέην ἄνδρα Κονιαῖον· τοὺς ἐπείτε ἔσχον συμμάχους οἱ Πεισιστρατίδαι, ἐμηχανῶντο τοιάδε·
安基莫利乌斯在法勒隆靠岸并让军队登陆,而庇西特拉图一族事先得知了这一消息,便向色萨利请求援助,因为他们之间曾结有同盟。色萨利人响应他们的请求,经共同决议派遣了一千名骑兵和他们的国王、科尼昂人奇内阿斯。庇西特拉图一族得到了这些盟友后,便谋划了如下的计策:
κείραντες τῶν Φαληρέων τὸ πεδίον καὶ ἱππάσιμον ποιήσαντες τοῦτον τὸν χῶρον ἐπῆκαν τῷ στρατοπέδῳ τὴν ἵππον· ἐμπεσοῦσα δὲ διέφθειρε ἄλλους τε πολλοὺς τῶν Λακεδαιμονίων καὶ δὴ καὶ τὸν Ἀγχιμόλιον· τοὺς δὲ περιγενομένους αὐτῶν ἐς τὰς νέας κατεῖρξαν. ὁ μὲν δὴ πρῶτος στόλος ἐκ Λακεδαίμονος οὕτω ἀπήλλαξε, καὶ Ἀγχιμολίου εἰσὶ ταφαὶ τῆς Ἀττικῆς Ἀλωπεκῆσι, ἀγχοῦ τοῦ Ἡρακλείου τοῦ ἐν Κυνοσάργεϊ.
他们铲平了法勒隆的平原,使这个地方适于骑兵行动,然后将骑兵放向敌营。冲入敌阵的骑兵杀死了许多斯巴达人,特别是安基莫利乌斯本人;而对于那些幸存的人,他们则将其围困在船只中。来自斯巴达的第一次远征就这样结束了,安基莫利乌斯的坟墓就在阿提卡的阿洛佩克,靠近库诺萨耳戈斯的赫拉克勒斯神庙。
- 5.63.1χρησόμενοι
动词 χράομαι(求问神谕)的将来分词,表示目的。它描述了由 ὅκως 引导并伴随希求法(ἔλθοιεν)的斯巴达人反复前来求问的目的。
- 5.63.1προφέρειν
不定式,作为主句动词 ἀνέπειθον(说服、收买)的宾语或结果,表示他们促使女祭司皮提亚去做的具体内容(即宣告神谕)。
- 5.63.2ἐόντας
宾格分词,修饰宾格宾语 Πεισιστρατίδας。与置于其前的副词 ὅμως 连用,表示让步意义(“尽管他们是”)。
