← 希罗多德

历史

§5.58.1-5.58.3

腓尼基文字传入希腊与伊奥尼亚人的改造

记述了腓尼基人将文字传入希腊,伊奥尼亚人对其加以改造并称之为“腓尼基文字”,以及伊奥尼亚人将纸草书卷称为“皮革”的由来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.58.1

οἱ δὲ Φοίνικες οὗτοι οἱ σὺν Κάδμῳ ἀπικόμενοι, τῶν ἦσαν οἱ Γεφυραῖοι, ἄλλα τε πολλὰ οἰκήσαντες ταύτην τὴν χώρην ἐσήγαγον διδασκάλια ἐς τοὺς Ἕλληνας καὶ δὴ καὶ γράμματα, οὐκ ἐόντα πρὶν Ἕλλησι ὡς ἐμοὶ δοκέειν,1 πρῶτα μὲν τοῖσι καὶ ἅπαντες χρέωνται Φοίνικες· μετὰ δὲ χρόνου προβαίνοντος ἅμα τῇ φωνῇ μετέβαλλον καὶ τὸν ῥυθμὸν τῶν γραμμάτων.

至于这些与卡德摩斯一同到来的腓尼基人(基菲拉人便是其后裔),在定居于这片土地期间,向希腊人输入了许多学问,特别是文字,在我看来,这在以前的希腊人中是不存在的。起初,他们引进了所有腓尼基人都在使用的那种文字;但随着时间的推移,他们结合自己的语言,也改变了文字的形状。

§5.58.2

περιοίκεον δὲ σφέας τὰ πολλὰ τῶν χώρων τοῦτον τὸν χρόνον Ἑλλήνων Ἴωνες, οἳ παραλαβόντες διδαχῇ παρὰ τῶν Φοινίκων τὰ γράμματα, μεταρρυθμίσαντες σφέων ὀλίγα ἐχρέωντο, χρεώμενοι δὲ ἐφάτισαν, ὥσπερ καὶ τὸ δίκαιον ἔφερε,2 ἐσαγαγόντων Φοινίκων3 ἐς τὴν Ἑλλάδα, Φοινικήια κεκλῆσθαι.

此时,在他们周围的大部分地区居住着希腊人中的伊奥尼亚人;他们通过传授从腓尼基人那里接受了这些文字,并在稍作修改后加以使用。在使用时,正如合乎情理的那样,因为是腓尼基人将其输入希腊的,他们称其为“腓尼基文字”。

§5.58.3

καὶ τὰς βύβλους διφθέρας καλέουσι ἀπὸ τοῦ παλαιοῦ οἱ Ἴωνες, ὅτι κοτὲ ἐν σπάνι βύβλων ἐχρέωντο διφθέρῃσι αἰγέῃσί τε καὶ οἰέῃσι· ἔτι δὲ καὶ τὸ κατʼ ἐμὲ4 πολλοὶ τῶν βαρβάρων ἐς τοιαύτας διφθέρας γράφουσι.

此外,伊奥尼亚人自古以来就将纸草书卷称为“皮革”,因为昔日在纸草缺乏时,他们曾使用山羊皮和绵羊皮;而且直到我这一代,许多蛮族仍然在这种皮革上书写。

语法注4 条
  1. 5.58.1ὡς ἐμοὶ δοκέειν

    不定式的限制性或绝对用法,与 ὡς 连用,意为“在我看来”或“据我之见”,起插入语的作用。

  2. 5.58.2ὥσπερ καὶ τὸ δίκαιον ἔφερε

    意为“正如合乎情理的那样”或“正如公理所要求的”惯用表达。动词 φέρω 与抽象主语连用,表示“(情况等)要求、带来”。

  3. 5.58.2ἐσαγαγόντων Φοινίκων

    属格独立结构,表示后续的对格与不定式短语 Φοινικήια κεκλῆσθαι 的原因(“因为是腓尼基人将其引进的”)。

  4. 5.58.3τὸ κατʼ ἐμὲ

    意为“在我的时代”或“就我而言”。此处取前一种含义,指赫罗多德所生活的公元前5世纪。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.58.1-5.58.3