- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.45.1-5.45.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
叙巴里斯人和克罗同人双方各自提出了关于多里哀乌斯是否参战的证据,作者将选择相信哪一方的权利留给了读者。
ταῦτα δὲ οὗτοι λέγουσι. μαρτύρια δὲ τούτων ἑκάτεροι ἀποδεικνύουσι τάδε, Συβαρῖται μὲν τέμενός τε καὶ νηὸν ἐόντα παρὰ τὸν1 ξηρὸν Κρᾶθιν, τὸν ἱδρύσασθαι συνελόντα τὴν πόλιν Δωριέα λέγουσι Ἀθηναίῃ ἐπωνύμῳ Κραθίῃ· τοῦτο δὲ αὐτοῦ Δωριέος τὸν θάνατον μαρτύριον μέγιστον ποιεῦνται, ὅτι παρὰ τὰ μεμαντευμένα ποιέων διεφθάρη· εἰ γὰρ δὴ μὴ παρέπρηξε μηδέν,2 ἐπʼ ὁ δὲ ἐστάλη ἐποίεε, εἷλε ἂν τὴν Ἐρυκίνην χώρην καὶ ἑλὼν κατέσχε, οὐδʼ ἂν αὐτός τε καὶ ἡ στρατιὴ διεφθάρη.
这些是他们所说的话。而双方为这些说法指出了以下证据:叙巴里斯人指出了位于干涸的克拉提斯河旁的一处圣域和神殿,他们说这是协助攻占该城的多里哀乌斯为克拉提斯的雅典娜女神所建;他们还将多里哀乌斯本人的死亡视为最大的证据,因为他由于做出了违背神谕的事而遭毁灭。因为,如果他确实没有违背任何神谕,而是去做了他被派遣去做的那些事,他本来就会攻占埃里克斯地区,并在攻占后占领它,而他自己和他的军队也本不会毁灭。
οἱ δʼ αὖ Κροτωνιῆται ἀποδεικνῦσι Καλλίῃ μὲν τῷ Ἠλείῳ ἐξαίρετα ἐν γῇ τῇ Κροτωνιήτιδι πολλὰ δοθέντα, τὰ καὶ ἐς ἐμὲ ἔτι ἐνέμοντο οἱ Καλλίεω ἀπόγονοι, Δωριέι δὲ καὶ τοῖσι Δωριέος ἀπογόνοισι οὐδέν. καίτοι εἰ συνεπελάβετό γε τοῦ Συβαριτικοῦ πολέμου Δωριεύς, δοθῆναι ἄν3 οἱ πολλαπλήσια ἢ Καλλίῃ. ταῦτα μέν νυν ἑκάτεροι αὐτῶν μαρτύρια ἀποφαίνονται, καὶ πάρεστι, ὁκοτέροισί τις πείθεται αὐτῶν, τούτοισι προσχωρέειν.
与此相反,克罗同人则指出,在克罗同的土地上有很多特别挑选的土地赐予了埃利斯人卡里阿斯,直到我的时代,卡里阿斯之子孙仍在使用这些土地,但对于多里哀乌斯及多里哀乌斯之子孙却什么也没有赐予。然而,如果多里哀乌斯确实参与了叙巴里斯战争,那么赐予他的东西本会是赐予卡里阿斯的许多倍。现在,这些是他们双方所出示的证据,任何人都可以去赞同他们中更为令人信服的一方。
- 5.45.1τὸν
爱奥尼亚方言中用作关系代词的指示代词(宾格、阳性、单数)。其先行词为前文的 νηόν(神殿,阳性名词),在由 λέγουσι 引导的“宾格加不定式”结构中,作为不定式 ἱδρύσασθαι(建立)的直接宾语。
- 5.45.1εἰ γὰρ δὴ μὴ παρέπρηξε μηδέν
表示与过去事实相反的虚拟条件句的条件从句(εἰ + 直陈式过去时 παρέπρηξε 和 ἐποίεε)。其主句由 εἷλε ἂν(本会夺取)和 οὐδʼ ἂν ... διεφθάρη(本不会毁灭)构成,采用了典型的“ἄν + 直陈式过去时”结构来表示过去反事实的推论。
- 5.45.2δοθῆναι ἄν
带有 ἄν 的不定式(δοθῆναι ἄν),在间接引语(或受 ἀποδεικνῦσι 影响的逻辑推论)中代表虚拟条件句的主句。若在直接引语中,则应表述为 ἐδόθη ἄν(本会被赐予)。
