- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.41.1-5.41.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
阿纳克桑德里德斯的第二任妻子生下克莱奥梅涅斯后,此前不育的第一任妻子也怀孕并相继生下了多里哀乌斯、列奥尼达和克莱翁布罗托斯。
χρόνου δὲ οὐ πολλοῦ διελθόντος ἡ ἐσύστερον ἐπελθοῦσα γυνὴ τίκτει τὸν δὴ Κλεομένεα τοῦτον. καὶ αὕτη τε ἔφεδρον βασιλέα Σπαρτιήτῃσι ἀπέφαινε, καὶ ἡ προτέρη γυνὴ τὸν πρότερον χρόνον ἄτοκος ἐοῦσα τότε κως ἐκύησε, συντυχίῃ ταύτῃ χρησαμένη.
没过多久,后娶的那个妻子生下了这个克莱奥梅涅斯。就在她向斯巴达人展现了一位王位继承人的时候,此前一直未生育的第一任妻子,那时不知怎的,也碰上了这样的好运而怀了孕。
ἔχουσαν1 δὲ αὐτὴν ἀληθεῖ λόγῳ οἱ τῆς ἐπελθούσης γυναικὸς οἰκήιοι πυθόμενοι ὤχλεον, φάμενοι αὐτὴν κομπέειν ἄλλως βουλομένην ὑποβαλέσθαι.2 δεινὰ δὲ ποιεύντων αὐτῶν, τοῦ χρόνου συντάμνοντος, ὑπʼ ἀπιστίης οἱ ἔφοροι τίκτουσαν τὴν γυναῖκα περιιζόμενοι ἐφύλαξαν.
后娶之妻的亲属们获悉她确实怀孕后,便大肆喧嚷,声称她不过是在虚张声势,企图用别人的孩子来冒充。由于他们闹得很凶,且分娩的临产期已近,监察官们出于怀疑,便在那个妇女生产时围坐在她身旁进行监视。
ἣ δὲ ὡς ἔτεκε Δωριέα ἰθέως ἴσχει3 Λεωνίδην, καὶ μετὰ τοῦτον ἰθέως ἴσχει Κλεόμβροτον· οἳ δὲ καὶ διδύμους λέγουσι Κλεόμβροτον καὶ Λεωνίδην γενέσθαι. ἣ δὲ Κλεομένεα τεκοῦσα καὶ τὸ δεύτερον ἐπελθοῦσα γυνή, ἐοῦσα θυγάτηρ Πρινητάδεω τοῦ Δημαρμένου, οὐκέτι ἔτικτε τὸ δεύτερον.
她生下多里哀乌斯后,随即怀了列奥尼达,之后又紧接着怀了克莱翁布罗托斯;不过也有人说克莱翁布罗托斯和列奥尼达是双胞胎。而那个生了克莱奥梅涅斯的、后娶的第二任妻子(她是德马尔梅诺斯之子普里内塔德斯的女儿),则再也没有生育第二胎。
- 5.41.2ἔχουσαν
ἔχουσαν 是 ἐν γαστρὶ ἔχουσαν(怀孕)的省略形式,作为补充分词受动词 πυθόμενοι(获悉、得知)支配,起到了间接引语的作用。
- 5.41.2ὑποβαλέσθαι
中动语态不定式 ὑποβαλέσθαι 具有中动语态的特定含义,指暗中收养他人的孩子并冒充为自己的亲生子(冒名承嗣)。此处作 βουλομένην(想要)的补充不定式。
- 5.41.3ἴσχει
动词 ἴσχω(持有、获得)在此处用于“怀胎、孕育(孩子)”的特定含义。时态为历史现在时,与前后的过去时(ἔτεκε、ἔτικτε)交错使用,使叙述更具生动感。
