- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.35.1-5.35.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
阿里斯塔戈拉斯因担心失去统治权和债务压力而策划叛乱,而身在苏萨的希斯提哀乌斯也通过在奴隶头上刻下秘密文身的方式怂恿其起兵。
Ἀρισταγόρης δὲ οὐκ εἶχε τὴν ὑπόσχεσιν τῷ Ἀρταφρένεϊ ἐκτελέσαι· ἅμα δὲ ἐπίεζέ μιν ἡ δαπάνη τῆς στρατιῆς ἀπαιτεομένη, ἀρρώδεέ τε τοῦ στρατοῦ πρήξαντος κακῶς καὶ Μεγαβάτῃ διαβεβλημένος, ἐδόκεέ τε τὴν βασιληίην τῆς Μιλήτου ἀπαιρεθήσεσθαι.
阿里斯塔戈拉斯无法履行对阿尔塔弗雷内斯的承诺;与此同时,被催讨的远征军费用也让他备受压力,而他又因军队惨败以及与梅加巴特斯不和而感到恐惧,并认为自己将被剥夺米利都的统治权。
ἀρρωδέων δὲ τούτων ἕκαστα ἐβουλεύετο ἀπόστασιν· συνέπιπτε γὰρ καὶ τὸν ἐστιγμένον τὴν κεφαλὴν ἀπῖχθαι ἐκ Σούσων παρὰ Ἱστιαίου, σημαίνοντα ἀπίστασθαι Ἀρισταγόρην ἀπὸ βασιλέος.
畏惧于这桩桩件件,他开始策划叛乱;因为恰在这时,那个头上刻有文身的人从苏萨的希斯提哀乌斯那里送达,示意阿里斯塔戈拉斯背叛国王。
ὁ γὰρ Ἱστιαῖος βουλόμενος τῷ Ἀρισταγόρῃ σημῆναι ἀποστῆναι ἄλλως μὲν οὐδαμῶς εἶχε ἀσφαλέως σημῆναι ὥστε φυλασσομενέων τῶν ὁδῶν,1 ὁ δὲ τῶν δούλων τὸν πιστότατον ἀποξυρήσας τὴν κεφαλὴν ἔστιξε καὶ ἀνέμεινε ἀναφῦναι τὰς τρίχας, ὡς δὲ ἀνέφυσαν τάχιστα, ἀπέπεμπε ἐς Μίλητον ἐντειλάμενος αὐτῷ ἄλλο μὲν οὐδέν, ἐπεὰν δὲ ἀπίκηται ἐς Μίλητον, κελεύειν2 Ἀρισταγόρην ξυρήσαντά μιν τὰς τρίχας κατιδέσθαι ἐς τὴν κεφαλήν. τὰ δὲ στίγματα ἐσήμαινε, ὡς καὶ πρότερόν μοι εἴρηται, ἀπόστασιν.
因为希斯提哀乌斯想要示意阿里斯塔戈拉斯叛乱,但由于道路受到严密防守,他绝无其他安全示意的办法;于是他剃光了自己最信任的奴隶的头发,在头上刻下文身,并等待头发重新长出来。头发一长好,他便将其派往米利都,除吩咐他抵达米利都后,要求阿里斯塔戈拉斯剃掉他的头发并查看他的头部之外,没有交代其他任何事情。而正如我之前所说,那些文身指示的是叛乱。
ταῦτα δὲ ὁ Ἱστιαῖος ἐποίεε συμφορὴν ποιεύμενος μεγάλην τὴν ἑωυτοῦ κατοχὴν τὴν ἐν Σούσοισι· ἀποστάσιος ὦν γινομένης πολλὰς εἶχε ἐλπίδας μετήσεσθαι3 ἐπὶ θάλασσαν, μὴ δὲ νεώτερόν τι ποιεύσης τῆς Μιλήτου οὐδαμὰ ἐς αὐτὴν ἥξειν ἔτι ἐλογίζετο.
希斯提哀乌斯之所以这样做,是因为他将自己在苏萨的羁留视为巨大的不幸;因此,如果发生叛乱,他便极有希望被送回海边,但如果米利都不采取任何新行动,他预计自己将再也无法回到那里。
- 5.35.3ὥστε φυλασσομενέων τῶν ὁδῶν
连接词 ὥστε 与属格独立结构(φυλασσομενέων τῶν ὁδῶν)连用,用来引出原因或前提状况(“由于道路受到看守”),这是希罗多德特有的用法。
- 5.35.3κελεύειν
不定式 κελεύειν 悬挂在分词 εντειλάμενος(命令)之后。在 ἄλλο μὲν οὐδέν(别无他事)之后省略了 ἀλλά(除了),实际含义为“除了命令……之外别无他命”。
- 5.35.4μετήσεσθαι
动词 μεθίημι(释放、送走)的将来中动式,此处作被动意义使用(“他将被放回”或“被送回海岸”)。
