← 希罗多德

历史

§5.16.1-5.16.4

普拉西亚斯湖上居民的住所与习俗

记述了迈加巴佐斯未能征服的普拉西亚斯湖居民独特的湖上住宅结构,以及他们特有的日常生活习俗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.16.1

οἱ δὲ περί τε Πάγγαιον ὄρος καὶ Δόβηρας καὶ Ἀγριᾶνας καὶ Ὀδομάντους καὶ αὐτὴν τὴν λίμνην τὴν Πρασιάδα οὐκ ἐχειρώθησαν ἀρχὴν1 ὑπὸ Μεγαβάζου· ἐπειρήθη δὲ καὶ τοὺς ἐν τῇ λίμνῃ κατοικημένους ἐξαιρέειν ὧδε. ἴκρια ἐπὶ σταυρῶν ὑψηλῶν ἐζευγμένα ἐν μέσῃ ἕστηκε τῇ λίμνῃ, ἔσοδον ἐκ τῆς ἠπείρου στεινὴν ἔχοντα μιῇ γεφύρῃ.

然而,潘盖翁山周围的人们,以及多贝雷斯人、阿格里亚内斯人、奥多曼特斯人,乃至普拉西亚斯湖本身周边的人们,根本没有被迈加巴佐斯征服。不过,他也曾试图扫荡那些居住在湖里的人,而他们的居所情况如下:在湖水中央立着一些由高木桩支撑并连接起来的平台,从大陆有一条通过单座桥梁的狭窄通道与之相连。

§5.16.2

τοὺς δὲ σταυροὺς τοὺς ὑπεστεῶτας τοῖσι ἰκρίοισι τὸ μέν κου ἀρχαῖον ἔστησαν κοινῇ πάντες οἱ πολιῆται, μετὰ δὲ νόμῳ χρεώμενοι ἱστᾶσι τοιῷδε· κομίζοντες ἐξ ὄρεος τῷ οὔνομα ἐστὶ Ὄρβηλος, κατὰ γυναῖκα ἑκάστην ὁ γαμέων2 τρεῖς σταυροὺς ὑπίστησι· ἄγεται δὲ ἕκαστος συχνὰς γυναῖκας.

至于支撑平台的木桩,在古代是由所有公民共同立起的,但后来他们便按照如下的习俗来立:他们从一座名叫奥尔贝洛斯的山上运来木桩,每娶一个妻子,成婚的男子就要在下面增设三根木桩;而每个人都会娶许多妻子。

§5.16.3

οἰκέουσι δὲ τοιοῦτον τρόπον, κρατέων ἕκαστος ἐπὶ τῶν ἰκρίων καλύβης τε ἐν τῇ διαιτᾶται καὶ θύρης καταπακτῆς διὰ τῶν ἰκρίων κάτω φερούσης ἐς τὴν λίμνην. τὰ δὲ νήπια παιδία δέουσι τοῦ ποδὸς3 σπάρτῳ, μὴ κατακυλισθῇ δειμαίνοντες.

他们的生活方式如下:每个人在平台上都拥有自己居住的小屋,以及一个穿过平台通往下方湖水的活板门。由于担心幼童跌落下去,他们用绳索系住孩子的脚。

§5.16.4

τοῖσι δὲ ἵπποισι καὶ τοῖσι ὑποζυγίοισι παρέχουσι χόρτον ἰχθῦς· τῶν δὲ πλῆθος ἐστὶ τοσοῦτο ὥστε, ὅταν τὴν θύρην τὴν καταπακτὴν ἀνακλίνῃ, κατιεῖ σχοίνῳ σπυρίδα κεινὴν ἐς τὴν λίμνην, καὶ οὐ πολλόν τινα χρόνον ἐπισχὼν ἀνασπᾷ πλήρεα4 ἰχθύων. τῶν δὲ ἰχθύων ἐστὶ γένεα δύο, τοὺς καλέουσι πάπρακάς τε καὶ τίλωνας.

他们还给马匹和驮畜喂鱼作为饲料。鱼的数量是如此之多,以至于当人打开活板门,用绳子把空篮子放进湖里,等不了多少时间拉上来时,篮子里就装满了鱼。这些鱼有两种,他们分别称之为“帕普拉克斯”和“蒂隆”。

语法注4 条
  1. 5.16.1ἀρχὴν

    名词 ἀρχή(“开始”)的单数宾格形式,在此与否定词 οὐκ 连用,作副词表示完全否定,意为“根本(不)”或“完全(没有)”。

  2. 5.16.2ὁ γαμέων

    动词 γαμέω(“结婚”)的现在分词主动态实质化,带有冠词,指代“结婚者(男子)”。随后的动词 ἄγεται(ἄγω的现在时中动因第三人称单数)是中动语态的习惯用法,意为“娶妻”。

  3. 5.16.3τοῦ ποδὸς

    表示身体部位的属格(部分属格),说明并非捆绑全身,而是“系住脚部”。

  4. 5.16.4πλήρεα

    形容词 πλήρης(“满的”)的宾格形式,在伊奥尼亚方言中呈未缩约形式 πλήρεα。在此修饰阴性单数名词 σπυρίδα(“篮子”),因此作阴性单数宾格。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.16.1-5.16.4