← 希罗多德

历史

§5.12.1-5.12.4

派奥尼亚兄弟向大流士展示其勤劳的姐妹

派奥尼亚兄弟为了吸引大流士的注意,精心安排他们的姐妹同时进行多项家务,展示出一种在亚洲闻所未闻的极其勤劳的形象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.12.1

τελεωθέντων δὲ ἀμφοτέροισι,1 οὗτοι μὲν κατὰ τὰ εἵλοντο ἐτράποντο, Δαρεῖον δὲ συνήνεικε πρῆγμα τοιόνδε ἰδόμενον ἐπιθυμῆσαι2 ἐντείλασθαι Μεγαβάζῳ Παίονας ἑλόντα ἀνασπάστους ποιῆσαι3 ἐς τὴν Ἀσίην ἐκ τῆς Εὐρώπης. ἦν Πίγρης καὶ Μαντύης ἄνδρες Παίονες, οἳ ἐπείτε Δαρεῖος διέβη ἐς τὴν Ἀσίην, αὐτοὶ ἐθέλοντες Παιόνων τυραννεύειν ἀπικνέονται ἐς Σάρδις, ἅμα ἀγόμενοι ἀδελφεὴν μεγάλην τε καὶ εὐειδέα.

当两人的心愿都达成后,他们便各自朝自己选择的方向去。然而,大流士却因目睹了下面这样的一件事,而渴望命令迈加巴佐斯去征服派奥尼亚人,并将他们从欧洲强制迁徙到亚洲。有两个名叫皮格雷斯和曼提埃斯的派奥尼亚人,当大流士渡海到亚洲时,他们因渴望自己成为派奥尼亚人的僭主,便带着他们身材高大且容貌美丽的姐妹,一同来到了萨尔迪斯。

§5.12.2

φυλάξαντες δὲ Δαρεῖον προκατιζόμενον ἐς τὸ προάστειον τὸ τῶν Λυδῶν ἐποίησαν τοιόνδε· σκευάσαντες τὴν ἀδελφεὴν ὡς εἶχον ἄριστα, ἐπʼ ὕδωρ ἔπεμπον ἄγγος ἐπὶ τῇ κεφαλῇ ἔχουσαν καὶ ἐκ τοῦ βραχίονος ἵππον ἐπέλκουσαν καὶ κλώθουσαν λίνον.

他们趁着大流士在吕底亚人的城郊公开就坐时,采取了如下行动:他们将自己的姐妹尽可能打扮得漂漂亮亮,打发她去打水,她头上顶着水罐,用胳膊牵着马,手里同时纺着亚麻线。

§5.12.3

ὡς δὲ παρεξήιε ἡ γυνή, ἐπιμελὲς τῷ Δαρείῳ ἐγένετο· οὔτε γὰρ Περσικὰ ἦν οὔτε Λύδια τὰ ποιεύμενα ἐκ τῆς γυναικός, οὔτε πρὸς τῶν ἐκ τῆς Ἀσίης οὐδαμῶν.4 ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο, τῶν δορυφόρων τινὰς πέμπει κελεύων φυλάξαι ὅ τι χρήσεται τῷ ἵππῳ ἡ γυνή.

当这女子走过时,引起了大流士的注意;因为这女子的举止既非波斯风俗,也非吕底亚风俗,更不符合亚洲任何民族的习惯。既然引起了他的注意,他便派了几个卫兵,命令他们去监视这女子如何处置那匹马。

§5.12.4

οἳ μὲν δὴ ὄπισθε εἵποντο· ἣ δὲ ἐπείτε ἀπίκετο ἐπὶ τὸν ποταμόν, ἦρσε τὸν ἵππον, ἄρσασα5 δὲ καὶ τὸ ἄγγος τοῦ ὕδατος ἐμπλησαμένη τὴν αὐτὴν ὁδὸν παρεξήιε, φέρουσα τὸ ὕδωρ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπέλκουσα ἐκ τοῦ βραχίονος τὸν ἵππον καὶ στρέφουσα τὸν ἄτρακτον.

卫兵们便跟在后面。女子到了河边,给马饮了水,饮完马又把水罐灌满,然后沿着原路折回,头上顶着水,胳膊上牵着马,手里还转着纺锤。

语法注5 条
  1. 5.12.1τελεωθέντων δὲ ἀμφοτέροισι

    ἀμφοτέροισι 是利益与格(“对他们两人而言”),与省略了主语的被动分词 τελεωθέντων 连用,在语义上起到类似于与格绝对构主的作用。

  2. 5.12.1Δαρεῖον δὲ συνήνεικε πρῆγμα τοιόνδε ἰδόμενον ἐπιθυμῆσαι

    无人称动词 συνήνεικε(συμφέρω 的不定过去时)支配宾格加不定式结构(Δαρεῖον ... ἐπιθυμῆσαι),意为“大流士……渴望发生(此事)”。分词 ἰδόμενον 是不定过去时中间体分词,与不定式的逻辑主语宾格 Δαρεῖον 一致。

  3. 5.12.1Παίονας ἑλόντα ἀνασπάστους ποιῆσαι

    分词 ἑλόντα 呈宾格。尽管它在逻辑上指代与格的主体 Μεγαβάζῳ,但它已被吸引为从属不定式 ποιῆσαι 的宾格逻辑主语。

  4. 5.12.3πρὸς τῶν ἐκ τῆς Ἀσίης οὐδαμῶν

    介词 πρός 连同属格表示“属于……的特征”或“……的习惯”。在这里它表示该女子的举止不属于任何亚洲民族的习惯。

  5. 5.12.4ἄρσασα

    动词 ἄρδω(给……饮水)的不定过去时活动分词女性单数主格,意为“给马饮完水后”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.12.1-5.12.4