← 希罗多德

历史

§5.109.1-5.109.3

塞浦路斯的作战分工与伊奥尼亚人选择海战

塞浦路斯的统治者向伊奥尼亚将军们提供选择,是同陆地上的波斯人交战还是同海上的腓尼基人交战。伊奥尼亚人拒绝在陆地上作战,表示他们的使命是防守海洋,并敦促塞浦路斯人在陆战中展现英勇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.109.1

τούτου δὲ τοιούτου γινομένου ἔλεξαν οἱ τύραννοι τῆς Κύπρου, συγκαλέσαντες τῶν Ἰώνων τοὺς στρατηγούς, ἄνδρες Ἴωνες, αἵρεσιν ὑμῖν δίδομεν ἡμεῖς οἱ Κύπριοι ὁκοτέροισι βούλεσθε προσφέρεσθαι, ἢ Πέρσῃσι ἢ Φοίνιξι.

在此期间,塞浦路斯的统治者们召集了伊奥尼亚人的将军,对他们说: “伊奥尼亚的男子汉们,我们塞浦路斯人给你们一个选择,看你们愿意与这两者中的哪一方交战,是波斯人还是腓尼基人。

§5.109.2

εἰ μὲν γὰρ πεζῇ βούλεσθε ταχθέντες Περσέων διαπειρᾶσθαι, ὥρη ἂν εἴη ὑμῖν ἐκβάντας ἐκ τῶν νεῶν τάσσεσθαι πεζῇ, ἡμέας δὲ ἐς τὰς νέας ἐσβαίνειν1 τὰς ὑμετέρας Φοίνιξι ἀνταγωνιευμένους· εἰ δὲ Φοινίκων μᾶλλον βούλεσθε διαπειρᾶσθαι, ποιέειν χρεόν ἐστι ὑμέας, ὁκότερα ἂν δὴ τούτων ἕλησθε, ὅκως τὸ κατʼ ὑμέας ἔσται2 ἥ τε Ἰωνίη καὶ ἡ Κύπρος ἐλευθέρη.

因为如果你们希望在陆地上列阵,与波斯人试一试力量,那么现在就是你们下船并在陆地上列阵、而我们登上你们的船只去与腓尼基人对抗的时候了。但如果你们更希望与腓尼基人试一试力量,那么无论你们在这两者中做出何种选择,你们都必须努力行动,以便在你们的努力下,伊奥尼亚和塞浦路斯都能获得自由。

§5.109.3

εἶπαν Ἴωνες πρὸς ταῦτα ἡμέας δὲ ἀπέπεμψε τὸ κοινὸν τῶν Ἰώνων φυλάξοντας3 τὴν θάλασσαν, ἀλλʼ οὐκ ἵνα Κυπρίοισι τὰς νέας παραδόντες αὐτοὶ πεζῇ Πέρσῃσι προσφερώμεθα. ἡμεῖς μέν νυν ἐπʼ οὗ ἐτάχθημεν, ταύτῃ πειρησόμεθα εἶναι χρηστοί· ὑμέας δὲ χρεόν ἐστι ἀναμνησθέντας οἷα ἐπάσχετε δουλεύοντες πρὸς τῶν Μήδων, γίνεσθαι ἄνδρας ἀγαθούς.

对此,伊奥尼亚人回答道: “伊奥尼亚联盟派遣我们来是为了防守海洋,而不是为了让我们把船只交给塞浦路斯人,而自己去陆地上同波斯人交战。因此,我们将在我们被指派的岗位上努力尽职;而你们则应当记住自己在米底亚人统治下作奴隶时遭受了怎样的痛苦,并展现出勇士的气概。”

语法注3 条
  1. 5.109.2ὥρη ἂν εἴη ὑμῖν ἐκβάντας ... ἡμέας δὲ ... ἐσβαίνειν

    表示“这或许是……的时候”的潜在祈愿语气 ὥρη ἂν εἴη 支配了两个并列的不定式从句:τάσσεσθαι 和 ἐσβαίνειν。在前半句中,虽然间接宾语是与格 ὑμῖν,但分词 ἐκβάντας 却使用了宾格,这反映了希腊语中不定式的主语倾向于采用宾格的常见现象。后半句则明确使用了宾格主语 ἡμέας 与不定式 ἐσβαίνειν 的组合。

  2. 5.109.2ὅκως τὸ κατʼ ὑμέας ἔσται

    连词 ὅκως(即 ὅπως)接将来直说语气动词 ἔσται,与 ποιέειν χρεόν ἐστι(“应当行动以使……”)相结合,构成表示努力或目的的从句。短语 τὸ κατʼ ὑμέας 是中性冠词加介词短语组成的宾格结构,用作副词性修饰,意为“就你们而言”或“在你们这一方”。

  3. 5.109.3φυλάξοντας

    这是将来时主动分词的阳性复数宾格形式,与动词 ἀπέπεμψε 的直接宾语(宾格代词 ἡμέας)一致,用于表示动作的目的(“为了防守”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.109.1-5.109.3