- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.95.1-4.95.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
作者介绍了希腊人的传说,称萨尔摩克西斯曾是萨摩斯岛上毕达哥拉斯的凡人奴隶。萨尔摩克西斯回国后,利用在希腊学到的知识建造了地下室并隐居,通过上演复活的奇迹使色雷斯人确信了他的教导。
ὡς δὲ ἐγὼ πυνθάνομαι τῶν τὸν Ἑλλήσποντον οἰκεόντων Ἑλλήνων καὶ Πόντον, τὸν Σάλμοξιν τοῦτον ἐόντα ἄνθρωπον δουλεῦσαι1 ἐν Σάμῳ, δουλεῦσαι δὲ Πυθαγόρῃ τῷ Μνησάρχου, ἐνθεῦτεν δὲ αὐτὸν γενόμενον ἐλεύθερον χρήματα κτήσασθαι μεγάλα, κτησάμενον δὲ ἀπελθεῖν ἐς τὴν ἑωυτοῦ. ἅτε δὲ κακοβίων τε ἐόντων τῶν Θρηίκων καὶ ὑπαφρονεστέρων, τὸν Σάλμοξιν τοῦτον ἐπιστάμενον δίαιτάν τε Ἰάδα καὶ ἤθεα βαθύτερα ἢ κατὰ Θρήικας,2 οἷα Ἕλλησι τε ὁμιλήσαντα3 καὶ Ἑλλήνων οὐ τῷ ἀσθενεστάτῳ σοφιστῇ Πυθαγόρῃ, κατασκευάσασθαι ἀνδρεῶνα, ἐς τὸν πανδοκεύοντα τῶν ἀστῶν τοὺς πρώτους καὶ εὐωχέοντα ἀναδιδάσκειν ὡς οὔτε αὐτὸς οὔτε οἱ συμπόται αὐτοῦ οὔτε οἱ ἐκ τούτων αἰεὶ γινόμενοι ἀποθανέονται, ἀλλʼ ἥξουσι ἐς χῶρον τοῦτον ἵνα αἰεὶ περιεόντες ἕξουσι τὰ πάντα ἀγαθά.
但据我从居住在赫勒斯滂和蓬托斯的希腊人那里得知,这个萨尔摩克西斯本是一个凡人,曾在萨摩斯当过奴隶,而且是做姆内萨科斯之子毕达哥拉斯的奴隶。此后,他重获自由,积累了巨额财富,并在积累财富后回到了自己的国家。由于色雷斯人生活贫苦且有些愚昧,而这个萨尔摩克西斯懂得爱奥尼亚式的生活方式和比色雷斯人更深奥的习俗——因为他曾与希腊人交往,尤其是与希腊人中最不凡的智者毕达哥拉斯交往——于是他建造了一座男宾会堂,在其中接待并款待市民中的首要人物,并教导他们:无论是他自己,还是他的宴会同伴,以及他们世世代代的子孙,都绝不会死去,而是会来到这样一个地方,在那里他们将永远活着并拥有所有美好的事物。
ἐν ᾧ δὲ ἐποίεε τὰ καταλεχθέντα καὶ ἔλεγε ταῦτα, ἐν τούτῳ κατάγαιον οἴκημα ἐποιέετο. ὡς δέ οἱ παντελέως εἶχε τὸ οἴκημα,4 ἐκ μὲν τῶν Θρηίκων ἠφανίσθη, καταβὰς δὲ κάτω ἐς τὸ κατάγαιον οἴκημα διαιτᾶτο ἐπʼ ἔτεα τρία·
当他做着上述之事并说这些话时,在此期间他建造了一座地下居所。当这所住所为他完全建好后,他从色雷斯人面前消失了,下到地下居所里生活了三年。
οἳ δὲ μιν ἐπόθεόν τε καὶ ἐπένθεον ὡς τεθνεῶτα. τετάρτω δὲ ἔτεϊ ἐφάνη τοῖσι Θρήιξι, καὶ οὕτω πιθανά σφι ἐγένετο τὰ ἔλεγε ὁ Σάλμοξις. ταῦτα φασί μιν ποιῆσαι.
人们思念他,并将他当作死者一样哀悼。但在第四年,他向色雷斯人显现,这样一来,萨尔摩克西斯所说的话对他们来说就变得可信了。他们说他做了这些事。
- 4.95.1δουλεῦσαι
由动词 πυνθάνομαι(得知)引导的间接引语中的不定式,与主语 τὸν Σάλμοξιν 构成“对格加不定式”结构。
- 4.95.2ἤθεα βαθύτερα ἢ κατὰ Θρήικας
紧接在比较级 ἤθεα βαθύτερα(更深奥的习俗)之后的前置词短语 ἢ κατά 加对格(ἢ κατὰ Θρήικας),表示超越某种标准或程度的比较(“深奥于色雷斯人的水准”)。
- 4.95.2οἷα Ἕλλησί τε ὁμιλήσαντα
οἷα 与分词(ὁμιλήσαντα)结合,表示基于客观事实的原因(“正因为他曾交往”)。
- 4.95.4ὡς δέ οἱ παντελέως εἶχε τὸ οἴκημα
动词 εἶχε 与主语 τὸ οἴκημα 连用,作不及物动词表示“处于某种状态”或“整备完毕”。人称代词 οἱ 是利害关系予格(“为他”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
