- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.9.1-4.9.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
赫拉克勒斯在寻找牝马时于许莱亚遇见了一个半人半蛇的女怪,并以交合为条件换回马匹。女怪询问他们所生三个儿子的前途,赫拉克勒斯指示她用弓和腰带进行考验以决定谁来统治这片土地。
ὥς δʼ ἐγερθῆναι1 τὸν Ἡρακλέα, δίζησθαι, πάντα δὲ τῆς χώρης ἐπεξελθόντα τέλος ἀπικέσθαι ἐς τὴν Ὑλαίην καλεομένην γῆν· ἐνθαῦτα δὲ αὐτὸν εὑρεῖν ἐν ἄντρῳ μιξοπάρθενον τινά, ἔχιδναν διφυέα, τῆς τὰ μὲν ἄνω ἀπὸ τῶν γλουτῶν εἶναι γυναικός,2 τὰ δὲ ἔνερθε ὄφιος.
赫拉克勒斯醒来后便去寻找它们,在走遍了这片土地的每一个角落之后,他终于来到了被称为许莱亚的地方。在那里,他发现一个洞穴中有一个双重身体的半少女怪物,她的臀部以上是女人,以下是蛇。
ἰδόντα δὲ καὶ θωμάσαντα ἐπειρέσθαι μιν εἴ κου ἴδοι ἵππους πλανωμένας· τὴν δὲ φάναι ἑωυτήν ἔχειν καὶ οὐκ ἀποδώσειν ἐκείνῳ πρὶν ἢ οἱ μιχθῇ·3 τὸν δὲ Ἡρακλέα μιχθῆναι ἐπὶ τῷ μισθῷ τούτῳ.
他看到她并感到惊奇,便问她是否在什么地方见过走失的牝马。她回答说马在自己手里,但在他与自己交合之前绝不归还。赫拉克勒斯为了这一代价便与她交合了。
κείνην τε δὴ ὑπερβάλλεσθαι τὴν ἀπόδοσιν τῶν ἵππων, βουλομένην ὡς πλεῖστον χρόνον συνεῖναι τῷ Ἡρακλεῖ, καὶ τὸν κομισάμενον ἐθέλειν ἀπαλλάσσεσθαι· τέλος δὲ ἀποδιδοῦσαν αὐτὴν εἰπεῖν Ἵππους μὲν δὴ ταύτας ἀπικομένας ἐνθάδε ἔσωσα τοὶ ἐγώ, σῶστρά τε σὺ παρέσχες· ἐγὼ γὰρ ἐκ σεῦ τρεῖς παῖδας ἔχω.
接着,她推迟了归还牝马的时间,希望能与赫拉克勒斯相处得尽可能久一些;而他虽然收回了马,却急于离去。最后,她在归还马匹时说道:“这些迷路到这里的牝马确实是被我救下了,而你也向我支付了报酬;因为我已经怀了你的三个孩子。
τούτους, ἐπεὰν γένωνται τρόφιες, ὃ τι χρὴ ποιέειν, ἐξηγέο σύ, εἴτε αὐτοῦ κατοικίζω (χώρης γὰρ τῆσδε ἔχω τὸ κράτος αὕτη) εἴτε ἀποπέμπω παρὰ σέ. τὴν μὲν δὴ ταῦτα ἐπειρωτᾶν, τὸν δὲ λέγουσι πρὸς ταῦτα εἰπεῖν ἐπεὰν ἀνδρωθέντας ἴδῃ τοὺς παῖδας, τάδε ποιεῦσα οὐκ ἂν ἁμαρτάνοις· τὸν μὲν ἂν ὁρᾷς αὐτῶν τόδε τὸ τόξον ὧδε διατεινόμενον καὶ τῳ ζωστῆρι τῷδε κατὰ τάδε ζωννύμενον, τοῦτον μὲν τῆσδε τῆς χώρης οἰκήτορα ποιεῦ· ὃς δʼ ἂν τούτων τῶν ἔργων τῶν ἐντέλλομαι λείπηται, ἔκπεμπε ἐκ τῆς χώρης. καὶ ταῦτα ποιεῦσα αὐτή τε εὐφρανέαι4 καὶ τὰ ἐντεταλμένα ποιήσεις.
当他们长大成人后,我该如何处置他们,请你指示:是让他们定居在这里(因为我自己拥有这片土地的统治权),还是把他们送去你那里?”她这样询问,而人们说他对此回答道:“当你看到孩子们长大成人时,如果你这样做就不会犯错:他们中谁能像这样拉开这把弓,并像这样系上这条腰带,就让他做这片土地的居民;而谁在这些我所吩咐的任务中失败了,就将他驱逐出境。你这样做,既能使你自己高兴,也完成了我的嘱托。”
- 4.9.1ὥς δʼ ἐγερθῆναι
在间接引语(传闻)的语境中,时间状语从句(由 ὡς 引导)中的动词没有使用直陈式,而是使用了不定式(ἐγερθῆναι)。这是希罗多德等历史叙事中为维持传闻语气而使用的特征性句法。
- 4.9.1τῆς τὰ μὲν ἄνω ... εἶναι γυναικός
由关系代名词属格 τῆς(相当于雅典方言的 ἧς)引导的从句。εἶναι 是因间接引语而使用的不定式,属格 γυναικός(以及 ὄφιος)用作所有属格或特征属格,意为“臀部以上属于女人,以下属于蛇”。
- 4.9.2πρὶν ἢ οἱ μιχθῇ
在由 πρὶν ἤ 引导的从句中,使用了不带 ἄν 的虚拟式 μιχθῇ。这是爱奥尼亚方言中时间(或条件)从句的古老特征,由于主句含有否定(οὐκ ἀποδώσειν),因此表示“在……之前绝不”或“直到……才”。
- 4.9.5εὐφρανέαι
第二人称单数将来时中动直陈式。它保留了爱奥尼亚方言中未收缩的词尾(-εαι),相当于雅典方言的 εὐφρανῇ 或 εὐφρανήσει。
