- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.81.1-4.81.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
关于斯基泰人的人口,作者在诸多说法中引入了埃克桑派乌斯巨型青铜器的传说。该器皿由阿里安塔斯国王收集的箭镞制成,以此作为推测其人数的线索。
πλῆθος δὲ τὸ Σκυθέων οὐκ οἷος τε ἐγενόμην ἀτρεκέως πυθέσθαι, ἀλλὰ διαφόρους λόγους περὶ τοῦ ἀριθμοῦ ἤκουον· καὶ γὰρ κάρτα πολλοὺς εἶναι σφέας καὶ ὀλίγους ὡς Σκύθας εἶναι.1
关于斯基泰人的人口,我无法准确地得知,但我听到了关于其数量的不同说法。因为有人说他们极其众多,也有人说,若考虑到他们是斯基泰人,其人数其实很少。
τοσόνδε μέντοι ἀπέφαινόν μοι ἐς ὄψιν. ἔστι μεταξὺ Βορυσθένεός τε ποταμοῦ καὶ Ὑπάνιος χῶρος, οὔνομα δέ οἱ ἐστὶ Ἐξαμπαῖος· τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον,2 φάμενος ἐν αὐτῷ κρήνην ὕδατος πικροῦ εἶναι, ἀπʼ ἧς τὸ ὕδωρ ἀπορρέον τὸν Ὕπανιν ἄποτον ποιέειν.
然而,他们确实向我展示了以下可以亲眼看见的证据。在博里斯特尼斯河和希帕尼斯河之间有一处地方,其名字叫作埃克桑派乌斯。就在不久之前,我还提到了这个地方,说那里有一口苦水泉,从那里流出的水使得希帕尼斯河的水无法饮用。
ἐν τούτῳ τῷ χώρῳ κέεται χαλκήιον, μεγάθει καὶ ἑξαπλήσιον τοῦ ἐπὶ στόματι τοῦ Πόντου κρητῆρος, τὸν Παυσανίης ὁ Κλεομβρότου ἀνέθηκε.
在这个地方放着一口青铜器,其容量是克莱奥姆布罗托斯之子鲍萨尼亚斯在蓬托斯海口所献纳的混酒器的六倍。
ὃς δὲ μὴ εἶδε κω τοῦτον,3 ὧδε δηλώσω. ἑξακοσίους ἀμφορέας εὐπετέως χωρέει τὸ ἐν Σκύθῃσι χαλκήιον, πάχος δὲ τὸ Σκυθικὸν τοῦτο χαλκήιον ἐστὶ δακτύλων ἕξ. τοῦτο ὦν ἔλεγον οἱ ἐπιχώριοι ἀπὸ ἀρδίων γενέσθαι.
对于那些尚未亲眼见过它的人,我将做如下说明:斯基泰人那里的这口青铜器能轻易容纳六百安福拉,而这口斯基泰青铜器的厚度为六指。因此,当地人说它是用箭镞制成。
βουλόμενον γὰρ τὸν σφέτερον βασιλέα, τῶ οὔνομα εἶναι Ἀριάνταν,4 τοῦτον εἰδέναι τὸ πλῆθος τὸ Σκυθέων κελεύειν μιν πάντας Σκύθας ἄρδιν ἕκαστον μίαν ἀπὸ τοῦ ὀιστοῦ κομίσαι. ὃς δʼ ἄν μὴ κομίσῃ, θάνατον ἀπείλεε.
因为,他们的国王——其名字叫作阿里安塔斯——想要知道斯基泰人的数量,于是命令所有斯基泰人每人交出一个自己箭上的箭镞。而对于那些不交的人,他便以死刑相威胁。
κομισθῆναι τε δὴ χρῆμα πολλὸν ἀρδίων καί οἱ δόξαι ἐξ αὐτέων μνημόσυνον ποιήσαντι λιπέσθαι.5 ἐκ τουτέων δή μιν τὸ χαλκήιον ποιῆσαι τοῦτο καὶ ἀναθεῖναι ἐς τὸν Ἐξαμπαῖον τοῦτον. ταῦτα δὲ περὶ τοῦ πλήθεος τοῦ Σκυθέων ἤκουον.
于是,确实有大量的箭镞被送了来,国王便决定用这些箭镞制作一件纪念物留给后世。据说,正是用这些箭镞,他制作了这口青铜器,并将其奉纳在这处埃克桑派乌斯。关于斯基泰人的人口,我所听到的就是这些。
- 4.81.1ὡς Σκύθας εἶναι
不定式 εἶναι 与 ὡς 连用,构成表示限制(“考虑到……”、“就……而言”)的绝对不定式用法。此处意为“考虑到他们是斯基泰人”。
- 4.81.2τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον
关系代词 τοῦ 为属格,指代前文的先行词 χῶρος(埃克桑派乌斯),受动词短语 μνήμην εἶχον(要求属格支配)的支配。ὀλίγῳ 是表示程度差异的与格。
- 4.81.4ὃς δὲ μὴ εἶδε κω τοῦτον
关系代词 ὃς 自身包含先行词(意为“凡是……的人”),与不定过去时 εἶδε 连用,表示普遍的假设(“任何尚未见过此物的人”),对主句 ὧδε δηλώσω 起到条件状语从句的作用。
- 4.81.5τῶ οὔνομα εἶναι Ἀριάνταν
带有与格关系代词 τῶ(等同于 ᾧ)和不定式 εἶναι 的插入式关系从句。由于受到整个间接引语叙事语境的影响,此处使用了不定式,用于补充说明“其名字叫作阿里安塔斯”。
- 4.81.6καί οἱ δόξαι ἐξ αὐτέων μνημόσυνον ποιήσαντι λιπέσθαι
不定式 δόξαι 在间接引语中代表无人称动词 ἔδοξε(意为“对他而言……似乎是好的”,即“他决定”)。决定权的主体由与格代词 οἱ(指国王)表示,与其一致的分词 ποιησάντι 亦采用与格。
