← 希罗多德

历史

§4.64.1-4.64.4

斯基泰人剥取敌人头皮与利用人皮的战争习俗

记述了斯基泰人残酷的战争习俗。他们会饮下杀死的第一个敌人的血,并将敌人的头颅呈献给国王以分得战利品,还会用敌人的头皮和皮肤来制作手巾、外套和箭袋盖。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.64.1

τὰ δʼ ἐς πόλεμον ἔχοντα1 ὧδέ σφι διακέαται· ἐπεὰν τὸν πρῶτον ἄνδρα καταβάλῃ ἀνὴρ Σκύθης, τοῦ αἵματος2 ἐμπίνει, ὅσους δʼ ἂν φονεύσῃ ἐν τῇ μάχῃ, τούτων τὰς κεφαλὰς ἀποφέρει τῷ βασιλέι. ἀπενείκας μὲν γὰρ κεφαλὴν τῆς ληίης μεταλαμβάνει τὴν ἂν λάβωσι, μὴ ἐνείκας δὲ οὔ.3

关于战争的事物,对他们而言是这样规定的。当一个斯基泰男子打倒他的第一个敌人时,他会饮下其血;并且,他在战斗中所杀死的全部敌人的头颅,他都会呈献给国王。因为如果他带回了人头,他就能分得他们所获取的战利品,但若不带回,就不能分得。

§4.64.2

ἀποδείρει δὲ αὐτὴν τρόπῳ τοιῷδε· περιταμὼν κύκλῳ περὶ τὰ ὦτα καὶ λαβόμενος τῆς κεφαλῆς ἐκσείει, μετὰ δὲ σαρκίσας βοὸς πλευρῇ δέψει τῇσι χερσί, ὀργάσας δὲ αὐτὸ ἅτε χειρόμακτρον ἔκτηται, ἐκ δὲ τῶν χαλινῶν τοῦ ἵππου τὸν αὐτὸς ἐλαύνει, ἐκ τούτου ἐξάπτει καὶ ἀγάλλεται· ὃς γὰρ ἂν πλεῖστα δέρματα χειρόμακτρα ἔχῃ, ἀνὴρ ἄριστος οὗτος κέκριται.

他用以下的方法剥皮:在耳朵周围割开一圈,抓住头部摇晃以抖落,随后用牛肋骨刮去血肉,用双手揉捏,将其揉软后作为手巾保存,并悬挂在他自己所骑之马的缰绳上,引以为傲。因为谁拥有最多数量的皮制手巾,谁就被判定为最优秀的人。

§4.64.3

πολλοὶ δὲ αὐτῶν ἐκ τῶν ἀποδερμάτων καὶ χλαίνας ἐπείνυσθαι ποιεῦσι, συρράπτοντες κατά περ βαίτας. πολλοὶ δὲ ἀνδρῶν ἐχθρῶν τὰς δεξιὰς χεῖρας νεκρῶν ἐόντων ἀποδείραντες αὐτοῖσι ὄνυξι4 καλύπτρας τῶν φαρετρέων ποιεῦνται. δέρμα δὲ ἀνθρώπου καὶ παχὺ καὶ λαμπρὸν ἦν ἄρα,5 σχεδὸν δερμάτων πάντων λαμπρότατον λευκότητι.

他们中的许多人甚至用这些剥下来的皮缝合在一起,就像缝合羊皮袄一样,做成外套穿在身上。许多人还剥下已死敌人的右手皮,连同指甲一起,用来制作箭袋的盖子。人类的皮肤原来既厚又有光泽,在白皙度上恐怕是所有皮革中最明亮的。

§4.64.4

πολλοὶ δὲ καὶ ὅλους ἄνδρας ἐκδείραντες καὶ διατείναντες ἐπὶ ξύλων ἐπʼ ἵππων περιφέρουσι.

许多人甚至将整个人剥皮,拉伸在木架上,放在马背上到处携带。

语法注5 条
  1. 4.64.1τὰ δʼ ἐς πόλεμον ἔχοντα

    动词 ἔχω 作不及物动词使用,与介词短语 ἐς πόλεμον 连用,表示“关于战争的事物”。τὰ ... ἔχοντα 构成中性复数主语短语。

  2. 4.64.1τοῦ αἵματος

    部分属格,作为动词 ἐμπίνει(喝下)的宾语。意为“喝下(一部分)其血”。

  3. 4.64.1ἀπενείκας μὲν γὰρ ... μὴ ἐνείκας δὲ οὔ

    不定过去时分词 ἀπενείκας 与 ἐνείκας(动词 ἀποφέρω 的不定过去时)在此起条件从句的作用(“如果带回”、“如果不带回”)。后者使用否定词 μή 是因为其含有条件意味。末尾的 οὔ 则否定了省略的主句动词 μεταλαμβάνει。

  4. 4.64.3αὐτοῖσι ὄνυξι

    代词 αὐτός 的与格复数形式与名词与格 ὄνυξι 结合,表示伴随或一体化(即“连同……一起”)。此处意为“连同指甲一起”。

  5. 4.64.3ἦν ἄρα

    未完成过去时 ἦν 与语气词 ἄρα 的结合,是一种表示发现或确认出乎意料的事实(“原来是……”、“事实上……”)的习惯用法。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.64.1-4.64.4