- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.50.1-4.50.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
作者解释说,虽然伊斯特河因众多支流汇入而成为最伟大的河流,但若单条河流相比尼罗河依然更大。同时,他详细说明了通过太阳蒸发与冬雪夏融及降雨之间的平衡,伊斯特河如何得以全年保持恒定的水量。
τούτων ὦν τῶν καταλεχθέντων καὶ ἄλλων πολλῶν συμβαλλομένων τὸ σφέτερον ὕδωρ γίνεται ὁ Ἴστρος ποταμῶν μέγιστος, ἐπεὶ ὕδωρ γε ἓν πρὸς ἓν συμβάλλειν1 ὁ Νεῖλος πλήθει ἀποκρατέει. ἐς γὰρ δὴ τοῦτον οὔτε ποταμὸς οὔτε κρήνη οὐδεμία ἐσδιδοῦσα ἐς πλῆθός οἱ συμβάλλεται.
因此,随着上述这些河流以及其他许多河流注入各自的水量,伊斯特河成为了所有河流中最大的一条;不过,如果将河流一对一地进行比较,尼罗河在水量上仍占优势。因为确实没有任何河流或泉水流入尼罗河来增加其水量。
ἴσος δὲ αἰεὶ ῥέει ἐν τε θέρει καὶ χειμῶνι ὁ Ἴστρος κατὰ τοιόνδε τι, ὡς ἐμοὶ δοκέει· τοῦ μὲν χειμῶνος ἐστὶ ὅσος περ ἐστι, ὀλίγῳ τε μέζων τῆς ἑωυτοῦ φύσιος γίνεται· ὕεται2 γὰρ ἡ γῆ αὕτη τοῦ χειμῶνος πάμπαν ὀλίγῳ, νιφετῷ δὲ πάντα χρᾶται·
然而,无论在夏天还是冬天,伊斯特河的水量总是保持恒定,依我之见,原因如下:在冬天,它保持着自身原有的规模,或者仅比其自然流量稍大一点;因为这片土地在冬天几乎不下雨,而是完全处于降雪之中。
τοῦ δὲ θέρεος ἡ χιὼν ἡ ἐν τῷ χειμῶνι πεσοῦσα, ἐοῦσα ἀμφιλαφής, τηκομένη πάντοθεν ἐσδιδοῖ ἐς τὸν Ἴστρον. αὕτη τε δὴ ἡ χιὼν ἐσδιδοῦσα ἐς αὐτὸν συμπληθύει καὶ ὄμβροι πολλοί τε καὶ λάβροι σὺν αὐτῇ· ὕει γὰρ δὴ τὸ θέρος.
而在夏天,冬天降下的丰沛积雪到处融化,并流入伊斯特河。这些流入其中的融雪增加了它的水量,此外还有许多伴随而来的倾盆大雨;因为在夏天确实会下雨。
ὅσῳ δὲ πλέον ἐπʼ ἑωυτὸν ὕδωρ ὁ ἥλιος ἐπέλκεται ἐν τῶ θέρει ἢ ἐν τῷ χειμῶνι, τοσούτῳ3 τὰ συμμισγόμενα τῷ Ἴστρῳ πολλαπλήσια ἐστὶ τοῦ θέρεος ἤ περ τοῦ χειμῶνος· ἀντιτιθέμενα δὲ ταῦτα ἀντισήκωσις γίνεται, ὥστε ἴσον μιν αἰεὶ φαίνεσθαι ἐόντα.4
这样,太阳在夏天比在冬天吸走更多水分的量,正与夏天汇入伊斯特河的水量比冬天多出的倍数相抵消;由于这些相反的因素相互制约,便产生了一种平衡,使得这条河看起来始终保持着同等的水量。
- 4.50.1ἓν πρὸς ἓν συμβάλλειν
关系/限定不定式(即所谓的绝对不定式用法)。ἓν πρὸς ἓν 是副词性短语,意为“一对一地”或“将单条河流与单条河流(相比时)”,表明这是在不考虑支流的情况下对比单条河流的水量。
- 4.50.2ὕεται
无人称动词 ὕει(下雨)的被动语态。主语是 ἡ γῆ αὕτη(这片土地),构成被动表达“这片土地被降雨”,即指“这片土地下雨”。
- 4.50.4ὅσῳ ... τοσούτῳ
使用表示程度差异与格的关系句结构。表示“(太阳吸走的水分)越多,(汇入的水量)也就对应多出多少倍”的比例与相抵消的逻辑关系。
- 4.50.4ὥστε ἴσον μιν αἰεὶ φαίνεσθαι ἐόντα
由 ὥστε 引导的不定式结果状语从句。不定式 φαίνεσθαι 带有分词补语 ἐόντα,表示“显现出实际上(保持同等)存在的状态”,而非单纯的虚假外表。代词 μιν 是爱奥尼亚方言中的第三人称单数宾格(相当于 αὐτόν),指代伊斯特河。
