- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.200.1-4.200.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
波斯军队开始围攻巴尔克,但由于全体市民均为杀人共犯,投降要求遭到拒绝。波斯军企图挖掘地下通道,但巴尔克的一名铜匠利用盾牌的共鸣测出通道位置,从而使其反掘并阻止了波斯军的计划。
οἱ δὲ Φερετίμης τιμωροὶ Πέρσαι ἐπείτε ἐκ τῆς Αἰγύπτου σταλέντες ὑπὸ Ἀρυάνδεω ἀπίκατο ἐς τὴν Βάρκην, ἐπολιόρκεον τὴν πόλιν ἐπαγγελλόμενοι ἐκδιδόναι τοὺς αἰτίους τοῦ φόνου τοῦ Ἀρκεσίλεω· τῶν δὲ πᾶν γὰρ ἦν τὸ πλῆθος μεταίτιον, οὐκ ἐδέκοντο τοὺς λόγους.1
而作为费雷提美复仇者的波斯人,在受阿里安德斯派遣从埃及抵达巴尔克后,便围攻了这座城市,要求他们交出杀害阿尔克西拉乌斯的罪魁祸首。但他们——因为他们的全体民众都是共犯——拒绝了这一提议。
ἐνθαῦτα δὴ ἐπολιόρκεον τὴν Βάρκην ἐπὶ μῆνας ἐννέα, ὀρύσσοντες τε ὀρύγματα ὑπόγαια φέροντα ἐς τὸ τεῖχος καὶ προσβολὰς καρτερὰς ποιεύμενοι. τὰ μέν νυν ὀρύγματα ἀνὴρ χαλκεὺς ἀνεῦρε ἐπιχάλκῳ ἀσπίδι, ὧδε ἐπιφρασθείς· περιφέρων αὐτὴν ἐντὸς τοῦ τείχεος προσῖσχε πρὸς τὸ δάπεδον τῆς πόλιος.
于是,他们对巴尔克进行了长达九个月的围攻,挖掘了通往城墙的地下通道,并进行了猛烈的进攻。然而,对于这些通道,一个铜匠用一面镀铜的盾牌,想出了如下的方法予以发现:他在城墙内侧带着盾牌四处走动,将其贴在城市的地面上。
τὰ μὲν δὴ ἄλλα ἔσκε κωφὰ πρὸς τὰ προσῖσχε,2 κατὰ δὲ τὰ ὀρυσσόμενα ἠχέεσκε ὁ χαλκὸς τῆς ἀσπίδος. ἀντορύσσοντες δʼ ἂν ταύτῃ οἱ Βαρκαῖοι ἔκτεινον3 τῶν Περσέων τοὺς γεωρυχέοντας. τοῦτο μὲν δὴ οὕτω ἐξευρέθη, τὰς δὲ προσβολὰς ἀπεκρούοντο οἱ Βαρκαῖοι.
他所贴的其他地方都毫无回音,但在正在挖掘的地方,盾牌的青铜却发出了响声。巴尔克人便在此处相向挖掘,常常杀死那些正在掘土的波斯人。这件事就是这样被发现的,而巴尔克人则击退了那些进攻。
- 4.200.1τῶν δὲ πᾶν γὰρ ἦν τὸ πλῆθος μεταίτιον, οὐκ ἐδέκοντο τοὺς λόγους
含有连词 γάρ 的从句被插入在代词 τῶν δέ 与主句动词 οὐκ ἐδέκοντο 之间。τῶν 是属格复数代词,修饰 γάρ 从句中的 πλῆθος,意为“他们的(即巴尔克人的)全体民众”。主句动词 οὐκ ἐδέκοντο 的主语根据上下文(前文的 τὴν πόλιν)理解为“巴尔克人”。
- 4.200.3πρὸς τὰ προσῖσχε
关系代词 τὰ 的先行词(指示代词)被省略,结构为 πρὸς [ἐκεῖνα] ἃ προσῖσχε(相对于他将盾牌贴上去的那些地方)。προσῖσχε 是 προσίσχω(贴、靠)的未完成过去时第三人称单数形式。
- 4.200.3ἀντορύσσοντες δʼ ἂν ταύτῃ οἱ Βαρκαῖοι ἔκτεινον
小词 ἄν(在赫罗多德的伊奥尼亚方言中常与未完成过去时或不定过去时直陈式连用)与未完成过去时 ἔκτεινον 结合,表示过去反复发生或习惯性的动作(“常常杀死”、“总是杀死”)。分词 ἀντορύσσοντες 表示手段或伴随情况。
