- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.180.1-4.180.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
介绍了奥塞埃斯人的习俗,包括少女们在祭祀被称为雅典娜的土著女神的节日里进行模拟战斗的仪式,以及他们公妻并根据容貌相似度决定孩子父亲的习惯。
τούτων δὲ ἔχονται1 τῶν Μαχλύων Αὐσέες· οὗτοι δὲ καὶ οἱ Μάχλυες πέριξ τὴν Τριτωνίδα λίμνην οἰκέουσι, τὸ μέσον δέ σφι οὐρίζει ὁ Τρίτων. καὶ οἱ μὲν Μάχλυες τὰ ὀπίσω κομῶσι τῆς κεφαλῆς, οἱ δὲ Αὐσέες τὰ ἔμπροσθε.
与这些马克律埃斯人相邻的是奥塞埃斯人;他们和马克律埃斯人都居住在特里托尼斯湖周围,特里同河在他们之间划定边界。马克律埃斯人蓄留脑后的头发,而奥塞埃斯人则蓄留前脑的头发。
ὁρτῇ δὲ ἐνιαυσίῃ Ἀθηναίης αἱ παρθένοι αὐτῶν δίχα διαστᾶσαι μάχονται πρὸς ἀλλήλας λίθοισί τε καὶ ξύλοισι, τῷ αὐθιγενέι θεῷ λέγουσαι τὰ πάτρια ἀποτελέειν, τὴν Ἀθηναίην καλέομεν.2 τὰς δὲ ἀποθνησκούσας τῶν παρθένων ἐκ τῶν τρωμάτων ψευδοπαρθένους καλέουσι.
在一年一度的雅典娜节日里,他们的少女分成两队,用石头和木棒互相厮杀,声称她们是在为我们称之为雅典娜的土著女神履行祖传的仪式。在厮杀中因伤而死的少女,他们称之为“伪少女”。
πρὶν δὲ ἀνεῖναι3 αὐτὰς μάχεσθαι, τάδε ποιεῦσι κοινῇ. παρθένον τὴν καλλιστεύουσαν ἑκάστοτε κοσμήσαντες κυνέῃ τε Κορινθίῃ καὶ πανοπλίῃ Ἑλληνικῇ καὶ ἐπʼ ἅρμα ἀναβιβάσαντες περιάγουσι τὴν λίμνην κύκλῳ.
在放任她们厮杀之前,他们共同举行如下仪式。每次他们都把最美丽的少女用科林斯式头盔和希腊式全套盔甲装饰起来,让她登上战车,绕湖环行一圈。
ὁτέοισι4 δὲ τὸ πάλαι ἐκόσμεον τὰς παρθένους πρὶν ἤ σφι Ἕλληνας παροικισθῆναι, οὐκ ἔχω εἰπεῖν, δοκέω δʼ ὦν Αἰγυπτίοισι ὅπλοισι κοσμέεσθαι αὐτάς· ἀπὸ γὰρ Αἰγύπτου καὶ τὴν ἀσπίδα καὶ τὸ κράνος φημὶ ἀπῖχθαι ἐς τοὺς Ἕλληνας.
至于在希腊人迁来与他们相邻居住之前,古时他们用什么来装饰少女,我无法说明;但我认为她们当时是用埃及的武器装饰的,因为我断言,盾牌和头盔都是从埃及传到希腊人那里的。
τὴν δὲ Ἀθηναίην φασὶ Ποσειδέωνος εἶναι θυγατέρα καὶ τῆς Τριτωνίδος λίμνης, καί μιν μεμφθεῖσάν τι τῷ πατρὶ δοῦναι ἑωυτὴν τῷ Διί, τὸν δὲ Δία ἑωυτοῦ μιν ποιήσασθαι θυγατέρα. ταῦτα μὲν λέγουσι, μῖξιν δὲ ἐπίκοινον τῶν γυναικῶν ποιέονται, οὔτε συνοικέοντες κτηνηδόν τε μισγόμενοι.
他们说,雅典娜是波塞冬和特里托尼斯湖的女儿,她因为对父亲有些怨恨,便将自己献给宙斯,而宙斯则收她为自己的女儿。他们虽然这样说,却过着公妻的生活,并不共同居住,而是像野兽一样交配。
ἐπεὰν δὲ γυναικὶ τὸ παιδίον ἁδρὸν γένηται, συμφοιτῶσι ἐς τὠυτὸ οἱ ἄνδρες τρίτου μηνός, καὶ τῷ ἂν οἴκῃ5 τῶν ἀνδρῶν τὸ παιδίον, τούτου παῖς νομίζεται.
当妇女的孩子长大时,男子们在第三个月聚集到同一个地方,孩子长得像哪一个男子,就被认作是那家人的孩子。
- 4.180.1ἔχονται
中动态动词 ἔχονται 支配属格 τούτων τῶν Μαχλύων,表示“与……相邻”、“接壤”。
- 4.180.2τὴν Ἀθηναίην καλέομεν
从句 τὴν Ἀθηναίην καλέομεν 相当于修饰 τῷ αὐθιγενέι θεῷ 的关系从句(省略了关系代名词或作同位语),意为“为了我们称之为雅典娜的土著女神”。
- 4.180.3ἀνεῖναι
ἀνεῖναι 是 ἀνίημι(放任、发出)的第二不定过去时主动不定词(爱奥尼亚方言中的无气音形式),以 αὐτὰς 为其主语,后接目的不定词 μάχεσθαι(去厮杀)。
- 4.180.4ὁτέοισι
ὁτέοισι 是 ὁποίοις(用什么)的爱奥尼亚方言形式,在此作工具/手段的与格。
- 4.180.6οἴκῃ
οἴκῃ 是表示“相像”的 ἔοικα 的现在时虚拟语气(爱奥尼亚方言形式 οἶκα 的虚拟语气 οἴκῃ)。与 ἄν 连用表示泛指的条件(“无论长得像谁”),并支配与格关系词 τῷ。
