- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.155.1-4.155.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
弗罗妮美与波吕姆内斯托斯之子巴图斯成年后因声音问题前往德尔斐求神托,却意外被命令去殖民利比亚。
ἐνθεῦτεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηστος, ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμος, ἐπαλλακεύετο. χρόνου δὲ περιιόντος ἐξεγένετό οἱ παῖς ἰσχόφωνος καὶ τραυλός, τῷ οὔνομα ἐτέθη Βάττος, ὡς Θηραῖοι τε καὶ Κυρηναῖοι λέγουσι, ὡς μέντοι ἐγὼ δοκέω, ἄλλο τι·1
此后,泰拉人中的一位显赫人物波吕姆内斯托斯收留了弗罗妮美,并纳她为妾。随着时间的流逝,他得了一个口吃且大舌头的儿子,据泰拉人和库利奈人所说,这孩子被取名为巴图斯;然而在我看来,是别的名字。
Βάττος δὲ μετωνομάσθη, ἐπείτε ἐς Λιβύην ἀπίκετο, ἀπό τε τοῦ χρηστηρίου τοῦ γενομένου ἐν Δελφοῖσι αὐτῷ καὶ ἀπὸ τῆς τιμῆς τὴν ἔσχε τὴν ἐπωνυμίην ποιεύμενος.2 Λίβυες γὰρ βασιλέα βάττον καλέουσι, καὶ τούτου εἵνεκα δοκέω θεσπίζουσαν τὴν Πυθίην καλέσαι μιν Λιβυκῇ γλώσσῃ, εἰδυῖαν ὡς βασιλεὺς ἔσται ἐν Λιβύῃ.
但他是在抵达利比亚时被改名为巴图斯的,这个名字是根据他在德尔斐得到的神托,以及他后来获得的尊贵地位而得来的。因为利比亚人把国王称为“巴图斯”,正是由于这个原因,我认为传达神谕的皮提亚用利比亚语如此称呼他,因为她知道他将在利比亚成为国王。
ἐπείτε γὰρ ἠνδρώθη οὗτος, ἦλθε ἐς Δελφοὺς περὶ τῆς φωνῆς· ἐπειρωτῶντι δέ οἱ χρᾷ ἡ Πυθίη τάδε. "Βάττʼ ἐπὶ φωνὴν ἦλθες. ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα," ὥσπερ εἰ εἴποι3 Ἑλλάδι γλώσσῃ χρεωμένη ὦ βασιλεῦ, ἐπὶ φωνὴν ἦλθες.
因为当这人成年后,他为了自己的声音问题前往德尔斐;当他发问时,皮提亚向他传达了如下神托: “巴图斯,你为声音而来;而主宰福玻斯·阿波罗 派你前往牧羊的利比亚,作为殖民开拓者,” 这就好像她用希腊语说:“国王啊,你为声音而来”一样。
ὃ δʼ ἀμείβετο τοῖσιδε. ὦναξ, ἐγὼ μὲν ἦλθον παρὰ σὲ χρησάμενος περὶ τῆς φωνῆς, σὺ δέ μοι ἄλλα ἀδύνατα χρᾷς, κελεύων Λιβύην ἀποικίζειν τέῳ δυνάμι,4 κοίῃ χειρί; ταῦτα λέγων οὐκὶ ἔπειθε ἄλλα οἱ χρᾶν· ὡς δε κατὰ ταὐτὰ ἐθέσπιζέ οἱ καὶ πρότερον, οἴχετο μεταξὺ ἀπολιπὼν5 ὁ Βάττος ἐς τὴν Θήρην.
而他则用这些话回答道: “主宰啊,我来到您这里确实是为了请示关于我声音的事,您却向我宣告其他不可能的事,命令我去殖民利比亚;以什么样的力量,用什么样的手段呢?” 他虽这样说,却无法说服她给他另一个神托;当她像以前一样对他做相同的预言时,巴图斯便半途放弃,径自离去回到了泰拉。
- 4.155.1ἄλλο τι
名词 ὄνομα(名字)或动词 ἐτέθη(被取名)的省略。这表明希罗多德自己认为这孩子最初并非名叫“巴图斯”。
- 4.155.2τὴν ἐπωνυμίην ποιεύμενος
现在分词中动态,意为“(为自己)获得/采用这个别称(ἐπωνυμίην)”。它取决于由 ἀπό ... 开始的介词短语,用以解释他如何获得这一名字。
- 4.155.3ὥσπερ εἰ εἴποι
由 ὥσπερ εἰ(正如、仿佛)后接希求法 εἴποι 构成的假设比较句。用以说明皮提亚使用等同于希腊语“国王”的利比亚语这一词汇的奇妙之处。
- 4.155.4τέῳ δυνάμι
单词 τέῳ 是疑问代词 τίς 的爱奥尼亚方言单数与格形式(相当于雅典方言的 τίνι),修饰阴性单数与格名词 δυνάμι(= δυνάμει)。
- 4.155.4μεταξὺ ἀπολιπὼν
副词 μεταξύ 与分词结合,表示“在……的过程中”或“半途放弃”。这里意味着巴图斯在神托交涉的中途放弃并径自离去。
